Ancient Greek
Page 216
Joannes Philoponus Phil., De aeternitate mundi 216
Not analysed yet
ἀρχῆς αὐτὸν χρόνου λέγειν γεγονέναι· εἰ γὰρ ἦν ἀγένητος, ἐν ἑαυτῷ τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἶχεν ἂν τῆς ἀφθαρσίας, εἴπερ ὁμολογεῖται ὑπ' αὐτοῦ τὸ ἀγένητον τῇ αὑτοῦ φύσει ἄφθαρτον εἶναι· ὁ δ' οὐχ ὡς ὄντος ἀφθάρτου τῇ αὑτοῦ φύσει τοῦ κόσμου τῇ τοῦ θεοῦ βουλήσει τὴν ἀφθαρσίαν ἀντιτίθησιν αὐτοῦ. ἀλλὰ καὶ τὸ κατηγορεῖν τοῦ κόσμου πολλάκις, ὅτι ἔστιν, σημεῖον τοῦ μὴ οὕτως αὐτὸν λέγειν γεγονέναι ὡς ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχειν· εἰ γὰρ πρὸ τοῦ γεγονέναι οὐκ ἦν, γεγονὼς δὲ ἔστιν, τὸ γεγονέναι αὐτοῦ οὐχ ὡς ἐν γενέσει τὸ εἶναι ἔχοντος κατηγορεῖται. ἀλλ' οὐδ' ἐκεῖνο ἀκολούθως τῇ Πλάτωνος δόξῃ λέγεται τὸ σαφηνείας χάριν ὑποτίθεσθαι τὴν γένεσιν αὐτοῦ, ὡς μᾶλλον ὁποῖός τίς ἐστιν τὴν φύσιν εἰσομένων ἡμῶν διὰ τῆς πλαττομένης γενέσεως· οὔτε γὰρ ἂν εὐθὺς ἀρχόμενος ὡς προηγουμένως περὶ τούτου ζητήσων τὸ πρόβλημα τοῦτο προέτεινεν οὔτ' ἂν παρείασεν τὸ δηλῶσαι, τίνος χάριν αὐτὸν γεγονέναι φησὶν ἀγένητον ὄντα, ἀλλ' ὥσπερ ἐν τῇ πολιτείᾳ διὰ τὸ εἰς τὸν περὶ δικαιοσύνης λόγον συντελεῖν τι τὸν περὶ συστάσεως πόλεως καὶ πολιτείας λόγον λέγων περὶ τούτων προεῖπεν, οὗ χάριν λέγει, οὕτως ἂν ἐποίησεν καὶ περὶ τοῦ κόσμου.’ Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ μετ' ὀλίγα τῶν προκειμένων. ‘Ἣν δέ τινες βοήθειαν ἐπιχειροῦσιν φέρειν ἑαυ-