Ancient Greek · ~5 min
Page 217
Joannes Philoponus Phil., De aeternitate mundi 217
Not analysed yet
τοῖς τῶν λεγόντων ἄφθαρτον μὲν εἶναι γενόμενον δέ, οὐκ ἔστιν ἀληθής· ὁμοίως γάρ φασιν τοῖς τὰ διαγράμματα γράφουσιν καὶ σφᾶς εἰρηκέναι περὶ τῆς γενέσεως, οὐχ ὡς γενομένου ποτέ, ἀλλὰ διδασκαλίας χάριν ὡς μᾶλλον γνωριζόντων, ὥσπερ τὸ διάγραμμα γινόμενον θεασαμένους. τοῦτο δέ ἐστιν, ὥσπερ λέγομεν, οὐ τὸ αὐτό· ἐν μὲν γὰρ τῇ ποιήσει τῶν διαγραμμάτων πάντων τεθέντων εἶναι ἅμα τὸ αὐτὸ συμβαίνει, ἐν δὲ ταῖς τούτων ἀποδείξεσιν οὐ ταὐτόν. ἀλλ' ἀδύνατον· τὰ γὰρ λαμβανόμενα πρότερον καὶ ὕστερον ὑπεναντία ἐστίν· ἐξ ἀτάκτων γὰρ τεταγμένα γενέσθαι φασίν, ἅμα δὲ ἄτακτον εἶναι καὶ τεταγμένον ἀδύνατον, ἀλλ' ἀνάγκη γένεσιν εἶναι τὴν χωρίζουσαν καὶ χρόνον· ἐν δὲ τοῖς διαγράμμασιν οὐδὲν τῷ χρόνῳ κεχώρισται.’ Ἀλεξάνδρου ἐξήγησις. ‘Εἴη ἂν τοῦτο πρός τινας τῶν ἀπὸ Πλάτωνος λέγων, ὡς κἀκείνων τὸ ἄτοπον συνορώντων τὸ ἑπόμενον τῷ τὸν κόσμον γενητὸν λέγειν ἄφθαρτον δὲ καὶ διὰ τοῦτο βοήθειάν τινα τῷ λεγομένῳ ὑπὸ Πλάτωνος καὶ ὑφ' αὑτῶν ποριζομένων καὶ μὴ φασκόντων οὕτω λέγειν αὐτὸν γεγονέναι τὸν κόσμον ὡς ἀπ' ἀρχῆς χρόνου καὶ ποτὲ μὴ ὄντα ἀλλὰ διδασκαλίας χάριν τῶν μανθανόντων καὶ ἐνδείξεως τῆς οὐσίας τε καὶ φύσεως αὐτοῦ· ὥσπερ γὰρ ἀνάλυσιν αὐτόν φασι ποιεῖσθαι τῆς οὐσίας αὐτοῦ καὶ <δεικνύναι>, εἰ ἐγένετο, πῶς ἂν ἐγένετο, ὥσπερ ἐπὶ τῶν διαγραμμάτων οἱ μαθημα-