Ancient Greek · ~5 min
Page 218
Joannes Philoponus Phil., De aeternitate mundi 218
Not analysed yet
τικοί· καὶ γὰρ ἐπ' ἐκείνων φέρ' εἰπεῖν τὴν σύστασιν ἔχειν λέγων ἐκ τετραγώνων ἓξ καὶ ἀναλύων καὶ δεικνύς, πῶς ἐκ τούτων ἡ σύστασις αὐτῷ, οὐχ ὅτι ποτὲ γέγονεν ἢ συνετέθη λέγει, ἀλλ' ὅτι ἐκ τούτων αὐτῷ τὸ εἶναι δείκνυσιν τῇ τῆς γενέσεως ὑποθέσει, ὅτιπερ, εἰ ἦν γενόμενος, ἐκ τούτων ἂν οὕτως ἐγίνετο. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ κόσμου λέγεσθαί φασιν· οὐ γὰρ ὅτι γέγονεν, ἀλλ' ὅτι ἐκ τούτων μὲν τὸ εἶναι αὐτῷ, εἰ δὲ ἐγένετο, οὕτως ἂν ἐξ αὐτῶν, ὡς αὐτοὶ λέγουσιν, ἦν γεγονώς. οὔ φησιν δὴ καλῶς τὸ εἰρημένον ἐξηγεῖσθαι αὐτοὺς οὐδὲ τοῖς ταῦτα λέγουσιν τὴν διὰ τοῦ παραδείγματος ἀποφυγὴν τῆς ἐσομένης ἀτοπίας τῷ λόγῳ προχωρεῖν· οὐ γὰρ ὁμοίως ἔχειν δύνασθαι· ὁ μὲν γὰρ μαθηματικὸς ὁ τὸν κύβον ἐκ τετραγώνων ἓξ συγκεῖσθαι λέγων καὶ τὴν γένεσιν ἔχειν, ἐξ ὧν αὐτὸς λέγει γεγονέναι, ἢ τὸ τρίγωνον ἐκ τριῶν εὐθειῶν ταῦτα λαμβάνει, ἃ συνυπάρχει τε τῷ λεγομένῳ γίνεσθαι ἐξ αὐτῶν καὶ ἔστιν ἐν αὐτῷ, ἀλλ' οὐ κεχωρισμένα συνετέθη. καὶ τοῦτο δείκνυσιν ἡ ἀνάλυσις φανερῶς· εἰς γὰρ ἐνυπάρχοντα στοιχεῖα ἡ ἀνάλυσις ἀλλ' οὐ κεχωρισμένα γίνεται οὐδὲ δεόμενα μεταβολῆς τινος πρὸς τὸ ἐξ αὐτῶν γίνεσθαι· πῶς γὰρ