Ancient Greek · ~5 min
Page 23
Joannes Philoponus Phil., De aeternitate mundi 23
Not analysed yet
συνυπάρχειν ἢ συγχωρείτωσαν καὶ τὸν θεὸν μὴ δημιουργὸν εἶναι τῶν πραγμάτων μηδὲ τὰς οὐσίας αὐτῶν ὑποστῆσαι ἀλλὰ συναΐδια ὄντα ἀλλοιῶσαι μόνον· ἄλλως τε οὐδὲ συναΐδιον τῷ αἰτιατῷ τὸ αἴτιον ἐκ τούτου δείξουσιν· εἰ γὰρ τὸ μὲν πάθος ἄλλοτε ἄλλο γίνεται ἐν ἀέρι καὶ τοῖς τοῦ φωτὸς δεκτικοῖς καὶ οὐχ ἓν κατ' ἀριθμόν ἐστιν τὸ ἐν αὐτοῖς ἐγγινόμενον φῶς, εἴπερ φθαρτόν ἐστιν, ὡς δέδεικται καὶ τῷ Πρόκλῳ δοκεῖ, οὐκ ἄρα ἓν ὂν καὶ τὸ αὐτὸ φῶς συνυπάρχει τῷ ἡλίῳ, ὥσπερ οὐδὲ τῷ πυρὶ μία καὶ <ἡ> αὐτὴ ὑπομένουσα ἡ ἐν τῷ ἀέρι ἐξ αὐτοῦ γινομένη θερμότης, εἴπερ ὁ μὲν ἥλιος εἷς καὶ τὸ πῦρ ἕν, τὸ δὲ ἐν τῷ ἀέρι φῶς ἄλλοτε ἄλλο καὶ ἡ θερμότης ὁμοίως. τούτων οὕτως δεδειγμένων δῆλον, ὡς οὐδεμίαν εἰκόνα ἕξει τὸ φῶς καὶ ὁ ἥλιος τοῦ ἐξ ἀιδίου τῷ δημιουργικῷ αἰτίῳ τὸ δημιουργούμενον συνυπάρχειν δύνασθαι· οἴχεται ἄρα αὐτοῖς καὶ ἡ διὰ τῆς εἰκόνος τοῦ ψεύδους πιθανότης. ἢ οὖν δειξάτωσαν τῶν δημιουργουμένων τι ἅμα τῷ εἶναι τὸν δημιουργὸν αὐτοῦ καὶ αὐτὸ συνυπάρχειν ἤ, εἰ πάντα τὰ γινόμενα χρόνῳ δεύτερά ἐστιν τῶν ποιούντων, εἴτε τεχνητὰ εἴη εἴτε φυσικά, ἀναγκαῖον καὶ διὰ τοῦτο μὴ συναΐδιον εἶναι τῷ θεῷ τὸν κόσμον. Τέλος λύσεως τοῦ αʹ λόγου.