Ancient Greek · ~5 min
Page 229
Joannes Philoponus Phil., De aeternitate mundi 229
Not analysed yet
οὕτω μὲν οὖν καὶ ἐν τούτοις ὁ Πλάτων συμφώνως οἷς ἐκ τοῦ Τιμαίου παρεθέμεθα τὸ μὲν ἀναλλοίωτον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν μόνῃ τῇ νοητῇ καὶ θείᾳ προσῆψεν οὐσίᾳ, πᾶσαν δὲ τὴν σωματικὴν φύσιν οὐ ταύτης εἶναί φησιν τῆς τάξεως. ὅθεν καὶ τὸ σωματοειδὲς τοῦ κόσμου μεταβολῆς ἄμοιρον εἶναι τὸ πάμπαν ἀδύνατον ἀπεφήνατο, ἀλλ' ὅταν τὸ προσῆκον ἤδη χρόνου μέτρον αἱ περίοδοι λάβωσιν, τότε δὴ τροπὰς καὶ μεταβολὰς τὸ πᾶν ὑπομένειν, καὶ τοῦτο πάλιν ἐκ τῶν ἱερῶν γραμμάτων ἀναλεξάμενος, ὡς καλῶς τινες τῶν ἡμετέρων ἐπεσημήναντο· τὸ γὰρ συγκυκλεῖν μὲν τὸν οὐρανὸν καὶ πάλιν ἀνιέναι, ὅταν ἤδη τὸ προσῆκον αἱ περίοδοι χρόνου λάβωσι μέτρον, τί ἄλλο ἐστὶν ἢ τὸ ὡσεὶ περιβόλαιον εἱλίττεσθαι τοὺς οὐρανοὺς καὶ ἀλλάττεσθαι; ἀλλ' ἐπειδὴ πάλιν ἀκηκοὼς ὁ Πλάτων τὸ ‘θάνατον γὰρ ὁ θεὸς οὐκ ἐποίησεν’ καὶ τὸ ‘ἔκτισεν εἰς τὸ εἶναι τὰ πάντα’ ἀθάνατον ᾤετο δεῖν τὸ πᾶν διαμένειν, ἄκουε, πῶς πάλιν ἐν τῷ αὐτῷ πολιτικῷ οὐ φύσει τὴν ἀθανασίαν τῷ κόσμῳ ἀλλ' ἐπίκτητον παρὰ τοῦ δημιουργοῦ προσγίνεσθαι ἔφησεν· ‘ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεὶ μήτε ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγὰς μήτε αὖ τινε δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλ' ὅπερ ἄρτι τε ἐρρήθη καὶ μόνον λοιπόν,