Ancient Greek · ~5 min
Page 230
Joannes Philoponus Phil., De aeternitate mundi 230
Not analysed yet
τὰ μὲν ὑπ' ἄλλης συμποδηγεῖσθαι θείας αἰτίας τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τὰ δέ, ὅταν ἀνεθῇ, διὰ τοῦ αὐτοῦ ἰέναι κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας’. σαφῶς ἄρα διὰ τούτων ἅτε δὴ τὸ ἀθάνατον κατὰ φύσιν τοῦ οὐρανοῦ μὴ ἔχοντος διὰ τὸ ῥευστὸν πάσης τῆς σωματικῆς φύσεως, τὸ ζῆν αὐτὸν ἐπικτᾶσθαι πάλιν φησὶν καὶ ἐπισκευαστὴν αὐτῷ τὴν ἀθανασίαν παρὰ τοῦ δημιουργήσαντος ἐπιγίνεσθαι. εἰ οὖν ζῷον μὲν εἶναι τὸν οὐρανὸν ὁ Πλάτων οἴεται, παντὶ δὲ ζῴῳ τὸ εἶναι καὶ ἡ οὐσία κατὰ τὸ εἶδος τῆς ἐν αὐτῷ ζωῆς ὑφέστηκεν, καὶ ὁ οὐρανὸς ἄρα τὸ εἶναι καὶ τὴν οὐσίαν ἐν τῷ εἴδει τῆς οἰκείας ἕξει ζωῆς. ταύτην δὲ τὴν ζωὴν πάλιν καὶ πάλιν ἐπικτᾶσθαι τὸν οὐρανόν φησιν καὶ ἐπισκευαστὴν αὐτῷ παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν ἐγγίνεσθαι. οὐκ ἄρα κατὰ φύσιν ἀδιάλυτόν τε καὶ ἀθάνατον τοῦ οὐρανοῦ τὴν οὐσίαν εἶναι ὁ Πλάτων ᾤετο. οὐκοῦν οὐδὲ ἄναρχον αὐτοῦ τὴν ὕπαρξιν ὑποτίθεται· πᾶν γὰρ ἄναρχον ἀνάγκη πᾶσα καὶ ἄφθαρτον εἶναι κατὰ φύσιν καὶ πᾶν φθαρτὸν φύσει καὶ γενητὸν ἐξ ἀνάγκης. κθʹ. Εἰ δὲ ἐν ἑτέροις αὐτάρκη φησὶν τὸν κόσμον ὁ Πλάτων καὶ ἀπροσδεᾶ εἶναι ἄνοσόν τε καὶ ἀγήρων, ἀλλ' οὐχ οὕτως <ὡς> αὐτὸν ἑαυτῷ πρὸς διαμονὴν ἀίδιον ἐξαρκοῦντα τοιοῦτον εἶναί φησιν ἀλλ' ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν καθάπερ τὰ ἡμέτερα σώματα τῶν