Ancient Greek · ~5 min
Page 24
Joannes Philoponus Phil., De aeternitate mundi 24
Not analysed yet
Πρόκλου διαδόχου λόγος δεύτερος. "Δεύτερος· εἰ ἔστιν τὸ παράδειγμα τοῦ κόσμου αἰώνιον καὶ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι αὐτῷ τὸ παραδείγματι εἶναι καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ' αὑτὸ ταύτην ἔχει τὴν δύναμιν αὐτῷ τῷ εἶναι παράδειγμα ὄν, διότι αἰώνιόν ἐστιν τῷ εἶναι, αἰωνίως ἂν εἴη δήπου παράδειγμα. εἰ δὲ τὸ παραδείγματι αὐτῷ εἶναι αἰωνίως πάρεστιν, εἴη ἂν ἐξ ἀνάγκης καὶ εἰκὼν ἀεί· πρὸς γὰρ εἰκόνα τὸ παράδειγμα. εἰ δὲ ἡ εἰκὼν οὐκ ἦν, ὅτε οὐκ ἦν, οὐδὲ ἔσται, ὅτε οὐκ ἔσται εἰκών, ἵνα μὴ καὶ τὸ παράδειγμα ἢ μηδὲ ᾖ παράδειγμα τῆς εἰκόνος οὐκ οὔσης ἢ μὴ εἰκόνος παράδειγμα· τῶν γοῦν πρὸς ἄλληλα λεγομένων οὐδὲν θάτερόν ἐστιν θατέρου μὴ ὄντος. εἰ ἄρα τὸ παράδειγμα αἰωνίως παράδειγμά ἐστιν, ἀεί ἐστιν ὁ κόσμος, εἰκὼν τοῦ αἰωνίως ὄντος ὢν παραδείγματος." Κεφάλαια τῆς λύσεως τοῦ βʹ λόγου. αʹ. Ὅτι ἐκ δύο ὑποθέσεων τὸ δεύτερον τοῦ Πρόκλου συνέστηκεν ἐπιχείρημα, μιᾶς μὲν Πλατωνικῆς τῆς λεγούσης πρὸς παράδειγμα αἰώνιον γεγονέναι τὸν κόσμον, ἑτέρας δέ, ἣν αὐτὸς ὁ Πρόκλος ὡς Πλατωνικὴν ὑπέθετο οὐκ οὖσαν Πλάτωνος, τὸ ἐν τούτῳ ἔχειν τὸ εἶναι τὸ τοῦ κόσμου παράδειγμα ἐν τῷ εἶναι παράδειγμα. βʹ. Ὅτι ἐναργῶς διαπεφώνηται ἡ περὶ τῶν ἰδεῶν ὑπόθεσις Ἀριστοτέλει καὶ Πλάτωνι, Πλάτωνος μὲν τι-