Ancient Greek · ~6 min
Page 231
Joannes Philoponus Phil., De aeternitate mundi 231
Not analysed yet
φθαρτικῶν τι ὑπομένοντα· οὐ γὰρ ἔστιν τοῦ κόσμου ἔξω σῶμα, ὑφ' οὗ ἂν καὶ πάθοι τι τοιοῦτον, οἷον τὰ καθ' ἕκαστον ἅπαντα ὑπὸ τοῦ περιέχοντος, οὐδ', ὥσπερ τὰ ἡμέτερα σώματα καὶ τῶν μερικῶν ἕκαστον διαφορεῖταί τε ὑπὸ τοῦ περιέχοντος καὶ τὴν τοῦ λείποντος ἀναπλήρωσιν διὰ τῶν ἔξωθεν ἐπεισιόντων εἰσδέχεται, οὕτω δὴ καὶ ὁ οὐρανός· οὐδὲν γὰρ ἔστιν ἔξωθεν οὔτε τὸ διαφορῆσον αὐτὸν οὔτε τὸ θρέψον· ‘αὐτὸ γὰρ αὑτῷ’, φησὶν ὁ Πλάτων, ‘τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχεται’· ἡ γὰρ ἄλλου φθίσις ἄλλου τροφὴ γίγνεται· ἡ γὰρ τοῦ ἀέρος εἰ τύχοι φθορὰ ἢ ὕδατος ἢ πυρὸς γίνεται γένεσις, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ταύτῃ οὖν καὶ ἀπροσδεὴς εἶναι τῶν ἔξωθεν εἴρηται καὶ οὕτως ἄνοσός τε καὶ ἀγήρως ὡς μὴ ἔχειν ἔξωθεν, ὑφ' οὗ πήσεται, οὐ μὴν διὰ τὸ κατὰ φύσιν αὐτάρκης τε εἶναι καὶ ἀθάνατος· μόνῃ γὰρ τῇ νοητῇ οὐσίᾳ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἔφη προσεῖναι, τὴν δὲ σωματικὴν φύσιν μὴ ταύτης εἶναι τῆς τάξεως, τῶν γινομένων δὲ πᾶσαν καὶ ἀπολλυμένων εἶναι, ὄντως δὲ μηδέποτε ὄντων. πῶς οὖν αὖ πάλιν καὶ αὐτάρκη καὶ ἀπροσδεᾶ τὴν αὐτὴν λέγοι ἄν, εἰ μὴ τὸν εἰρημένον τρόπον; ὅτι γὰρ ἀπὸ ταύτης τῆς ἐννοίας ταῦτα περὶ τοῦ κόσμου φησίν, οὐδὲν οἷον καὶ αὐτῶν ἐπακοῦσαι τῶν τοῦ φιλοσόφου ῥημάτων· φησὶν γὰρ ἐν Τιμαίῳ ταῦτα ‘ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι' ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ