Ancient Greek · ~5 min
Page 232
Joannes Philoponus Phil., De aeternitate mundi 232
Not analysed yet
αὐτὸ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολείπων τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῷον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε <οὐχ> ὑπολελειμμένων, ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ' ἄν, ἔτι δὲ ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν, ὡς ξυστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάντα, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύει καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ. διὰ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο’. τρεῖς ἐν τούτοις εἶπεν ὁ Πλάτων αἰτίας, δι' ἃς οὐδὲν ἔξω τοῦ οὐρανοῦ τῶν στοιχείων ὁ δημιουργὸς ἀπολέλοιπεν οὔτε μέρος οὔτε δύναμιν (μέρος μὲν λέγων ἀντὶ τοῦ σώματος, οἷον μέρος τι τοῦ πυρὸς ἢ τοῦ ὕδατος ἢ τῶν λοιπῶν—τὰ γὰρ τῶν σωμάτων μέρη σώματά ἐστιν—, δύναμιν δὲ τὰς εἰδοποιοὺς τῶν στοιχείων ποιότητας, θερμότητά φημι καὶ ψύξιν ὑγρότητά τε καὶ ξηρότητα βάρος τε καὶ κουφότητα καὶ τὰς λοιπάς), μίαν μὲν ἵνα τέλειος ᾖ ὁ κόσμος ὅλος ἐξ ὅλων καὶ τέλειος ἐκ τελείων τῶν στοιχείων γενόμενος, ἑτέραν δὲ ἵνα εἷς μόνος ὑπάρχῃ κόσμος καὶ μή, ὡς