Ancient Greek · ~5 min
Page 25
Joannes Philoponus Phil., De aeternitate mundi 25
Not analysed yet
θεμένου ἰδέας εἶναι τῶν ὄντων, Ἀριστοτέλους δὲ τὴν ὑπόθεσιν ἀνασκευάζοντος. γʹ. Ὅτι, κἂν συγχωρήσῃ τις ἀληθῆ εἶναι τὴν περὶ τῶν ἰδεῶν Πλάτωνος ὑπόθεσιν, οὐκέτι κἀκεῖνό ἐστιν ἀληθές, ὡς Πρόκλῳ δοκεῖ, τὸ ἐν τούτῳ ἔχειν αὐτὰς τὸ εἶναι ἐν τῷ εἶναι παραδείγματα, Πλάτωνος οὐσίας εἶναι αὐτὰς λέγοντος. δʹ. Ὅτι, εἰ μὴ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι τῇ τοῦ κόσμου ἰδέᾳ, πρὸς ἣν γέγονεν, τὸ εἶναι παραδείγματι, οὐδεμία ἔτι λείπεται ἀνάγκη αἰωνίου ὄντος τοῦ παραδείγματος, πρὸς ὃ γέγονεν ὁ κόσμος, καὶ τὸν κόσμον ἀεὶ εἶναι. εʹ. Ὅτι, εἰ καὶ μὴ οὐσίας εἶναί τις τὰς ἰδέας ὑπόθοιτο ἀλλὰ δημιουργικοὺς λόγους, καθ' οὓς τὰ ὄντα γέγονεν, οὐδ' οὕτως οὐδεμία ἐστὶν ἀνάγκη ἅμα τοῖς δημιουργικοῖς λόγοις συνυπάρχειν καὶ τὰ δημιουργήματα, τοὐναντίον δὲ μᾶλλον τῶν πραγμάτων προϋπάρχειν τοὺς περὶ αὐτῶν λόγους ἀνάγκη. ἐν ᾧ, ὅτι καὶ μέχρι τῶν ἀτομωτάτων ἡ τοῦ θεοῦ δημιουργία τε καὶ γνῶσις διήκει. Λύσις τοῦ βʹ λόγου. αʹ. Τοῦ Πλάτωνος ἰδέας εἶναι τῶν ὄντων καὶ παραδείγματα ὑποθεμένου, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα ἐργάζεσθαι ὡς ἀπό τινων ἀρχετύπων εἰκόνας, καὶ τοῦτο δὴ τὸ τοῦ κόσμου παράδειγμα αἰώνιον εἶναι λέγοντος, τούτῳ τῷ Πλατωνικῷ χρησάμενος ὁ Πρόκλος ἀξιώματι, προσθεὶς δὲ