Ancient Greek
Page 243
Joannes Philoponus Phil., De aeternitate mundi 243
Not analysed yet
Πρόκλου διαδόχου λόγος ἕβδομος. "Ἕβδομος· εἰ ἡ ψυχὴ τοῦ παντὸς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ ὁ κόσμος ἀγένητος καὶ ἄφθαρτος. λόγος γὰρ αὐτῆς ὡς καὶ πάσης ψυχῆς τὸ αὐτὸ αὑτὸ κινοῦν· τὸ δὲ αὐτὸ αὑτὸ κινοῦν πᾶν πηγὴ καὶ ἀρχὴ κινήσεώς ἐστιν· εἰ ἄρα ἀίδιός ἐστιν ἡ τοῦ παντὸς ψυχή, δεῖ τὸ πᾶν ἀεὶ εἶναι κινούμενον ὑπ' αὐτῆς· τῇ γὰρ κινήσει τοῦ παντὸς ἢ πρότερον οὐκ ὄντος ἢ ὕστερον αὐτὴ ἀεὶ οὖσα κινήσεως ἀρχὴ καὶ οὐ δυναμένη κινήσεως μὴ εἶναι ἀρχὴ κατ' οὐσίαν αὐτοκίνητος οὖσα καὶ διὰ τοῦτο ἀρχὴ κινήσεως. ἀλλὰ μὴν ἀγένητος ἡ ψυχὴ καὶ ἄφθαρτός ἐστιν δι' αὐτὸ τοῦτο τὸ αὐτοκίνητον· ἔστιν ἄρα καὶ τὸ πᾶν ἀγένητον καὶ ἄφθαρτον. ἐκ δὴ τούτου φανερόν, ὅτι καὶ πᾶσα ψυχὴ σώματι πρῶτον ἐπιβέβηκεν ἀιδίῳ καὶ τοῦτ' ἀεὶ κινεῖ, κἂν φθαρτοῖς ἐνῇ σώμασιν, ἐκεῖνα κινεῖ διὰ τῶν ἀεὶ ὑπ' αὐτῆς κινουμένων." Κεφάλαια τῆς λύσεως τοῦ ζʹ λόγου. αʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ ἑβδόμου ἐπιχειρήματος. βʹ. Ὅτι οὐ πραγματειῶδες τὸ προκείμενον ἐπιχείρημα, ἀλλ' ἐκ Πλατωνικῆς συνέστηκεν ὑποθέσεως ἀναποδείκτου. γʹ. Ὅτι, εἰ ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, ἀδύνατον χωρὶς σώματος τὴν οὐσίαν αὐτῆς ὑποστῆναι.