Ancient Greek · ~5 min
Page 244
Joannes Philoponus Phil., De aeternitate mundi 244
Not analysed yet
δʹ. Ὅτι, εἴπερ χωριστὴ παντὸς σώματος εἶναι ἡ οὐσία τῆς ψυχῆς ὡμολόγηται, ἀδύνατον ἐν τούτῳ αὐτὴν οὐσιῶσθαι ἐν τῷ κινήσεως εἶναι ἀρχήν. καὶ ὅτι καὶ αὐτὸς ὁ Πρόκλος οἶδεν, ὡς κατ' ἄλλο μὲν ἔχει τὸ εἶναι ἡ ψυχὴ καὶ τὴν οὐσίαν, κατ' ἄλλο δὲ τὸ κινήσεως εἶναι ἀρχή. εʹ. Ὅτι ἀδύνατον ἀιδίους εἶναι τὰς τῆς ψυχῆς ἐνεργείας τὰς κινητικὰς τοῦ σώματος καὶ διὰ τοῦτο οὔτε ἀιδίως ταύτην κινεῖν τὸ σῶμα ἐνδέχεται οὔτε ἀίδιόν τι σῶμα αὐτῆς ἐξῆφθαι ἀεί. ϛʹ. Ὅτι οὐδεμία σώματος κίνησις οὐδὲ μεταβολὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος καὶ διὰ τοῦτο οὐδὲ σῶμά τί ἐστιν ἀιδίως ὑπὸ ψυχῆς κινούμενον, κἂν ἀγένητος εἴη ἡ ψυχή, ὡς Πλάτωνι δοκεῖ. ζʹ. Ὅτι οὐ τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων <τὸ> αὐτοκίνητον. ἐν ᾧ, ὅτι οὐδὲν τῶν ὑπὸ σελήνην ζῴων φύσει κυκλοφορούμενον κινεῖ σῶμα καὶ ὅτι οὐκ ἀπροαιρέτως ἀλλὰ καθ' ὁρμὴν τῶν ψυχῶν ἡ κατὰ τόπον τῶν ἐμψύχων σωμάτων γίνεται κίνησις. ηʹ. Ὅτι, κἂν συγχωρηθῇ ἀγένητος εἶναι ἡ ψυχὴ κατὰ Πλάτωνα καὶ πάσης κινήσεως ἀρχή, οὐδεμία ἀνάγκη ἅμα τῷ εἶναι τὴν ψυχὴν συνυπάρχειν αὐτῇ σῶμα ἀίδιον. θʹ. Ὅτι, εἰ καί, καθὸ ζωοποιεῖ τὰ σώματα ἡ ψυχή, κατὰ τοῦτο κινήσεως εἶναι ἀρχὴ ὑπὸ Πλάτωνος λέγοιτο, οὐδὲ οὕτως ἕπεται τῷ τὴν ψυχὴν ἀγένητον εἶναι λέγοντι τὸ καὶ τὸν κόσμον ἀγένητον ὑποτίθε-