Ancient Greek · ~6 min
Page 245
Joannes Philoponus Phil., De aeternitate mundi 245
Not analysed yet
σθαι. ἐν ᾧ, ὅτι ἡ καθ' ἕξιν τῶν σωμάτων ζωὴ ἠρεμία μᾶλλόν ἐστιν καὶ οὐ κίνησις. ιʹ. Ὅτι οὐχ ἡ λογικὴ ψυχὴ ἀλλ' ἡ ἄλογος τῆς σωματικῆς πάσης ζωῆς τε καὶ κινήσεώς ἐστιν αἰτία, ἡ δὲ λογικὴ τάττει μόνον καὶ ῥυθμίζει τὴν τῶν παθῶν ἄλογον κίνησιν· ὅθεν οὐκ ἀνάγκη ἅμα τῷ εἶναι τὴν ἀρχὴν καὶ αἰτίαν τῆς τοιαύτης κινήσεως (λέγω δὴ τῆς κατὰ λόγον) εὐθὺς καὶ τὸ κινούμενον εἶναι. αιʹ. Ὅτι οὐ τῇ θέσει τῆς ψυχῆς ἡ τοῦ κινουμένου ὑπ' αὐτῆς σώματος συνεισάγεται θέσις, ἀλλὰ τῇ ἀναιρέσει αὐτῆς συναναιρεῖται τὸ ἔμψυχον σῶμα ὡς ἔμψυχον κατὰ τὰς λογικὰς μεθόδους καὶ κατὰ τὰ Πλάτωνι δοκοῦντα. βιʹ. Ὅτι, κἂν αὐτῷ τῷ εἶναι ἀπροαιρέτως ζωῆς καὶ κινήσεως αἰτία εἴη τοῖς σώμασιν ἡ ψυχή, οὐδ' οὕτως ἅμα τῷ εἶναι τὴν ψυχὴν καὶ τὸ κινούμενον ὑφ' ἑαυτῆς σῶμα εἶναι ἀνάγκη. γιʹ. Ὅτι καὶ ἐν αὐτῷ τῷ Φαίδρῳ ὥσπερ καὶ ἐν Τιμαίῳ σαφῶς παῦλαν ἔχειν φησὶν καὶ κινήσεως καὶ ζωῆς πᾶν σῶμα ὁ Πλάτων, οὐδὲν δὲ τῶν φθαρτῶν ἀγένητον. διʹ. Ὅτι μῦθός ἐστιν ἀπίθανος ἡ περὶ τοῦ ἀιδίου σώματος Ἑλλήνων ὑπόθεσις, ὃ καὶ αὐγοειδὲς καλοῦσιν, ᾧ πρώτῳ φασὶν τὰς λογικὰς ψυχὰς ἐπιβεβηκέναι καὶ πρὸς τὸ αὐτὸ κινεῖν καὶ δι' αὐτοῦ τὰ φθαρτὰ κινεῖν σώματα. ἐν ᾧ, ὅτι ἀδύνατον κινητὸν μένον κατὰ τόπον τὸ ἀίδιον σῶμα φυσικῇ τινι δυνάμει κινεῖν τὸ φθαρτὸν σῶμα, ὡς ἡ μαγνῆτις τὸν σίδηρον.