Ancient Greek · ~5 min
Page 246
Joannes Philoponus Phil., De aeternitate mundi 246
Not analysed yet
ειʹ. Ὅτι ἀδύνατον κύκλῳ κινούμενον τὸ ἀίδιον σῶμα οὕτως κατ' εὐθεῖαν κινεῖν τὸ φθαρτόν. ϛιʹ. Ὅτι, εἰ κατ' εὐθεῖαν ἐκεῖνο κινούμενον οὕτως κινεῖ τὰ φθαρτὰ σώματα, ἢ κατὰ φύσιν κινεῖται ἐπ' εὐθείας ἢ παρὰ φύσιν δι' ἑκατέρου τε γενητὸν ἔσται καὶ φθαρτόν, οὐκ ἀίδιον. ζιʹ. Ὅτι, ὅπως ἄν τις κινεῖσθαι ὑπόθοιτο τὸ παρ' αὐτῶν ἀναπεπλασμένον ἀίδιον σῶμα, οὐ δυνήσεται κινεῖν τὸ φθαρτὸν οὔτε ἔξωθεν αὐτοῦ ὂν οὔτε ἔσωθεν οὔτε ἐν ὅλῳ οὔτε ἐν μέρει. ἐν ᾧ, ὅτι οὐδὲν σῶμα διὰ σώματος χωρεῖν ἐνδέχεται οὔτε τῶν οὐρανίων οὔτε τῶν ὑπὸ σελήνην οὔτε θάτερα ἐν θατέροις. ηιʹ. Ὅτι οὐκ ἐνδέχεται ἕτερον εἶναι τῶν τε εὐθυφορουμένων καὶ τῶν κυκλοφορουμένων σωμάτων τὸ θρυλλούμενον παρ' αὐτῶν ἀιδίως ἐξῆφθαι τῆς ψυχῆς σῶμα. θιʹ. Ὅτι οὐδὲ τῶν εὐθυφορουμένων σωμάτων εἶναι αὐτὸ δυνατόν, εἴπερ ἐστὶν ἀίδιον. κʹ. Ὅτι οὐδὲ τῶν κυκλοφορουμένων, τουτέστιν τῶν οὐρανίων, οἷόν τε αὐτὸ εἶναι. καʹ. Ὅτι οὐδὲ μικτὸν εἶναι ἐνδέχεται ἐκεῖνο τὸ σῶμα ἔκ τε τῶν κατ' εὐθεῖαν καὶ ἐκ τῶν κυκλικῶς κινουμένων συγκείμενον οὐδὲ ἑλικοειδῶς κινεῖσθαι κατὰ φύσιν, ὥς φασίν τινες. καὶ ὅτι οὐκ ἔστιν ὅλως σῶμα κατὰ φύσιν ἑλικοειδῆ κινούμενον κίνησιν. Λύσις τοῦ ζʹ λόγου. αʹ. Τοῦ Πλάτωνος ἀγένητον εἶναι τὴν ψυχὴν καὶ ἄφθαρτον ἐν τῷ Φαίδρῳ λέγοντος καὶ οὐσίαν αὐτῆς