Ancient Greek · ~6 min
Page 247
Joannes Philoponus Phil., De aeternitate mundi 247
Not analysed yet
εἶναι τὸ αὐτοκίνητον ὁριζομένου ἀρχήν τε εἶναι κινήσεως τιθεμένου τὸ αὐτοκίνητον, ἐντεῦθεν πάλιν ὁ φιλόσοφος ἐπιχειρεῖ συλλογίζεσθαι, ὡς, εἴπερ ταῦτα οὕτως ἔχει, καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ἀνάγκη ἤ, εἴπερ μὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος ὁ κόσμος, μηδὲ τὴν ψυχὴν τοῦ παντὸς ἀγένητον εἶναι καὶ ἄφθαρτον ὡς ἐξ ἀνάγκης συνυπαρχόντων ἀλλήλοις καὶ συμφθειρομένων τῆς τε ψυχῆς καὶ τοῦ κινουμένου ὑπ' αὐτῆς σώματος. ἐπειδὴ γάρ, φησίν, αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρετικῶς αὐτοκίνητός ἐστιν ἡ ψυχὴ καὶ ἀρχὴ κινήσεως, ἔστιν δὲ ἀίδιος, δεῖ καὶ τὸ πᾶν ἀιδίως ὑπ' αὐτῆς κινεῖσθαι ἤ, εἰ μὴ τὸ πᾶν ἀιδίως ὑπ' αὐτῆς κινοῖτο διὰ τὸ μὴ εἶναι τὸν κόσμον ἀίδιον, οὐδ' ἂν αὐτὴ εἴη ἀίδιος· αὐτῷ γὰρ τῷ εἶναι κινήσεώς ἐστιν ἀρχή. ὥστε, εἰ μὴ ἀιδίως κινήσεως εἴη ἀρχή, οὐδ' ἂν εἴη ἀίδιος· εἰ δὲ ἀιδίως ἐστὶν κινήσεως ἀρχή, ἀνάγκη εἶναι καὶ τὸ ἀιδίως ὑπ' αὐτῆς κινούμενον σῶμα. ὥστε, φησίν, εἰ ἀγένητος ἡ ψυχὴ τοῦ παντὸς καὶ ἄφθαρτος κατὰ Πλάτωνα, καὶ τὸν κόσμον ἀγένητον εἶναι κατ' αὐτὸν καὶ ἄφθαρτον ἀνάγκη. εἶτα ἐπειδὴ καὶ αἱ ἡμέτεραι ψυχαὶ αὐτοκίνητοι μέν εἰσιν κατὰ Πλάτωνα καὶ περὶ τούτων μάλιστα ἐν Φαίδρῳ τῷ Πλάτωνι ὁ λόγος, ὡς αὐτοκίνητοί τέ εἰσιν καὶ τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως, γενητὰ δὲ ἐναργῶς καὶ φθαρτά ἐστιν τὰ ὑπ' αὐτῶν κινούμενα σώματα (λέγω δὴ τὰ ἡμέτερα), διεκδῦναι τὸν ἐκ τῶν πραγμάτων ὁ Πρόκλος πειρώμενος ἔλεγχον οὐ λίνον λίνῳ κατὰ τὴν παροιμίαν μύθῳ δὲ ἐπισυνάπτει μῦθον· διὰ γὰρ τὸ δεῖν κατ' αὐτὸν ἀίδιον οὖσαν τὴν