Ancient Greek
Page 248
Joannes Philoponus Phil., De aeternitate mundi 248
Not analysed yet
λογικὴν ψυχὴν ἀιδίως τι κινεῖν σῶμα, πᾶσαν ψυχήν φησιν ἀιδίῳ πρῶτον ἐπιβεβηκέναι σώματι καὶ τοῦτο ἀεὶ κινεῖν, κἂν ἐν φθαρτοῖς ὑπάρχῃ σώμασιν, διὰ τοῦ ἀιδίου καὶ τὰ φθαρτὰ κινεῖν. ἡ μὲν οὖν ἔφοδος τοῦ προκειμένου συλλογισμοῦ μᾶλλον δὲ παραλογισμοῦ τοιαύτη. βʹ. Καὶ οἶμαι μὲν παντὶ δῆλον εἶναι, ὡς οὐ πραγματειώδης ἡ προκειμένη ἐστὶν ἐπιχείρησις οὐδὲ ἐκ κοινῶν ὁμολογημάτων ἐν τούτοις ἡ κατασκευὴ τῆς τοῦ κόσμου ἀιδιότητος ἀλλ', εἴπερ ἄρα, ἐκ τῶν δοκούντων τῷ Πλάτωνι. καὶ διὰ τοῦτο ἴσως ἡμᾶς ἔδει μὴ πάνυ πως συγχωρεῖν ἀνεχομένους ταῖς ἀναποδείκτοις τοῦ Πλάτωνος ἀποφάνσεσιν (ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ᾗ φησιν ὁ τοῦ Πλάτωνος μαθητής, ὅσιον πανταχοῦ προτιμᾶν τὴν ἀλήθειαν), εἰ καὶ τῷ ὄντι ταῖς περὶ ψυχῆς δόξαις Πλάτωνος τὸ ἀγένητον εἶναι τὸν κόσμον καὶ ἄφθαρτον εἵπετο, μὴ πολὺν τούτου ποιεῖσθαι λόγον, μέχρις ἂν δι' ἐναργῶν ἀποδείξεων τὰ ἡγούμενά τις κατασκευάσειεν· οὐδέποτε γὰρ ἂν ἔγωγε θείην οὐσίαν καὶ ὁρισμὸν εἶναι ψυχῆς τὸ αὐτοκίνητον· καὶ εἰ μή γε τὸν προκείμενον σκοπὸν παρεκβαίνειν ἤμελλον, αὐτὰ παραθεὶς τὰ πρὸς συνηγορίαν εἰρημένα τῷ Πρόκλῳ ἐν τοῖς εἰς Φαῖδρον ὑπομνηματικοῖς συντάγμασιν ὑπὲρ τοῦ τὸ αὐτοκίνητον οὐσίαν ψυχῆς εἶναι ἐναργῶς ἂν οἶμαι παρέστησα μηδὲν ὑγιὲς μηδὲ ἀναγκαῖον τὸν λόγον ἔχοντα. ἀλλὰ τοῦτο μὲν παρείσθω τὰ νῦν. συγχωρήσαντες δὲ τῷ Πλάτωνος δόγματι τῷ ὅρον εἶναι καὶ οὐσίαν ψυχῆς τὸ αὐτο-