Ancient Greek · ~6 min
Page 249
Joannes Philoponus Phil., De aeternitate mundi 249
Not analysed yet
κίνητον τιθεμένῳ καὶ τῷ τὸ αὐτοκίνητον ἀρχὴν εἶναι κινήσεως ἴδωμεν, εἴ τις ἐκ τούτων ἀνάγκη ἕπεται Πλάτωνι τὴν ψυχὴν ἀγένητόν τε εἶναι καὶ ἄφθαρτον λέγοντι καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον τίθεσθαι. καὶ ἐπειδὴ ἡ πᾶσα τοῦ παραλογισμοῦ ἡ σύστασις ἐκ τοῦ κινήσεως ἀρχὴν εἶναι τὸ αὐτοκίνητον ὑπὸ Πλάτωνος λέγεσθαι τὴν ἀρχὴν εἴληφεν, αὐτὸ δὴ τοῦτο ὅπως λέγεται ἐπισκέψασθαι ἄξιον καὶ εἰ ἀνάγκη τῇ ὑποθέσει ταύτῃ τὴν τοῦ κόσμου ἀιδιότητα ἕπεσθαι· εἰ γὰρ δειχθῇ, ὡς οὐδεμία ἐστὶν ἀνάγκη τῷ προτέρῳ τὸ δεύτερον ἕπεσθαι, οὐδὲν κωλύσει δηλονότι Πλάτωνα ἀγένητον μὲν εἶναι τὴν ψυχὴν ὑποτίθεσθαι καὶ ἀρχὴν εἶναι κινήσεως τὸ αὐτοκίνητον, γενητὸν δὲ τὸν κόσμον. γʹ. Τὸ τοίνυν ἀρχὴν εἶναι κινήσεως τὴν ψυχὴν ἢ ταὐτόν ἐστιν τῷ εἶναι αὐτῆς καὶ τῇ οὐσίᾳ ὡς ἐν τούτῳ τῆς ψυχῆς οὐσιωμένης ἐν τῷ ἀρχὴ εἶναι κινήσεως ἢ κατ' ἄλλο μέν ἐστιν αὐτῇ τὸ εἶναι καὶ ἡ οὐσία, εἴτε τὸ αὐτοκίνητον εἴη οὐσία τῆς ψυχῆς ἢ ὁτιοῦν ἄλλο, κατ' ἄλλο δὲ αὐτῇ ὑπάρχει τὸ ἀρχὴν εἶναι κινήσεως, ὥσπερ καὶ τῷ οἰκοδόμῳ κατ' ἄλλο μὲν ὑπάρχει τὸ εἶναι καὶ ἡ οὐσία, κατ' ἄλλο δὲ τὸ ἀρχῇ εἶναι καὶ αἰτίῳ οἰκοδομίας, καὶ τῷ διδασκάλῳ κατ' ἄλλο μέν ἐστιν τὸ εἶναι, κατ' ἄλλο δὲ τὸ κινητικῷ τοῦ μαθητοῦ εἶναι. εἰ μὲν οὖν ταὐτόν ἐστιν τῇ ψυχῇ τὸ εἶναι ψυχῇ καὶ τὸ κινήσεως εἶναι ἀρχῇ καὶ διὰ τοῦτο ἅμα τῷ εἶναι τὴν ψυχὴν ἀνάγκη πάντως καὶ τὸ κινούμενον ὑπ' αὐτῆς εἶναι σῶμα, οὗπερ τῆς