Ancient Greek
Page 250
Joannes Philoponus Phil., De aeternitate mundi 250
Not analysed yet
κινήσεως ἀρχή ἐστιν (ἡ γὰρ ἀρχὴ τινὸς ἀρχή), ἐπειδὴ μηδὲ τὸ ὑπὸ τῆς ψυχῆς κινούμενον σῶμα, καθὸ κινούμενον ὑπὸ ψυχῆς ἐστιν, ἄνευ τῆς κινούσης ψυχῆς εἶναι ἐνδέχεται (πᾶν γὰρ τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται, ὡς ἐν τοῖς περὶ κινήσεως Ἀριστοτέλης ἀπέδειξεν), ἅμα ἄρα ἥ τε ψυχὴ καὶ τὸ ὑπὸ ψυχῆς κινούμενον σῶμα, καθὸ κινεῖται ὑπ' αὐτῆς, ἢ εἰσὶν ἢ οὔκ εἰσιν. οὐκ ἄρα ἐνδέχεται τὴν ψυχὴν ἄνευ τοῦ κινουμένου σώματος εἶναι· εἰ γὰρ τούτου μέν ἐστιν ἀρχὴ κινήσεως, τὸ δὲ εἶναι ἀρχὴ κινήσεως οὐσία ἐστὶν ψυχῆς, ἡ δὲ οὐσία τῆς ψυχῆς, ἔστ' ἂν ᾖ, ἐνεργείᾳ ἐστὶν τοῦτο, ὅπερ ἐστίν, καὶ οὐ δυνάμει, ἀρχὴ ἄρα κινήσεώς ἐστιν ἡ ψυχὴ ἐνεργείᾳ καὶ οὐ δυνάμει. ἀρχὴν δὲ κινήσεως κατ' ἐνέργειαν εἶναι ἄνευ τοῦ κινουμένου ἀδύνατον. τὴν ἄρα ψυχὴν ἄνευ τοῦ κινουμένου ὑπ' αὐτῆς σώματος εἶναι ἀδύνατον. ὥστε τὸ εἶναι τῇ ψυχῇ ἐν τῇ σχέσει τῇ πρὸς τὸ σῶμα συμβέβηκεν· εἰ γάρ τις καὶ σώματος χωρὶς αὐτὴν καθ' αὑτὴν ὑφίστασθαι τὴν ψυχὴν ἐνδέχεσθαι λέγοι ἀρχὴν οὖσαν κινήσεως, δηλονότι ψυχὴν μὲν εἶναι κατ' ἐνέργειαν συγχωρήσει, δυνάμει δὲ αὐτὴν ἀρχὴν εἶναι κινήσεως ὑποτίθεται. εἰ δὲ τοῦτο, κατ' ἄλλο μὲν ἕξει τὸ εἶναι ἡ ψυχὴ καὶ τὴν οὐσίαν, κατ' ἄλλο δὲ τὸ κινήσεως εἶναι ἀρχήν· εἰ γὰρ ταὐτὸν ἦν ψυχῇ τε εἶναι καὶ κινήσεως ἀρχῇ, θατέρου ἐνεργείᾳ ὄντος καὶ τὸ λοιπὸν ἐνεργείᾳ ἦν ἐξ ἀνάγκης. εἰ δὲ μὴ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, οὐδεμία ἔσται ἀνάγκη τῷ ἀίδιον εἶναι λέγοντι