Ancient Greek · ~6 min
Page 26
Joannes Philoponus Phil., De aeternitate mundi 26
Not analysed yet
αὐτὸς καὶ δευτέραν ὑπόθεσιν, ὡς ὅτι ἐν τούτῳ τὰ εἴδη οὐσίωται ἐν τῷ παραδείγματα εἶναι, ὅπερ οὐδαμοῦ ὁ Πλάτων λέγων φαίνεται, ἐκ τούτων τῶν δύο συνήγαγεν ὑποθέσεων, <ὡς> ἀνάγκη τὸν κόσμον ἀεὶ εἶναι· τῶν πρός τι γὰρ ἡ εἰκὼν καὶ τὸ παράδειγμα, τὰ δὲ πρός τι συναναιρεῖται ἀλλήλοις καὶ συνυφίσταται. εἰ οὖν αἰώνιόν ἐστιν, φησίν, τὸ τοῦ κόσμου παράδειγμα καὶ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι αὐτῷ καὶ ἡ οὐσία τὸ παραδείγματι εἶναι καὶ οὐ κατ' ἄλλο μὲν τὸ εἶναι ἔχει κατ' ἄλλο δὲ τὸ παράδειγμα εἶναι, τὸ δὲ παράδειγμα εἰκόνος ἐστὶν παράδειγμα, ἀνάγκη πᾶσα καὶ τὴν εἰκόνα, ἧς ἐστιν παράδειγμα, τουτέστιν τὸν κόσμον ἀεὶ εἶναι· εἰ γὰρ ἡ εἰκὼν μὴ ἀεὶ ὑπάρχῃ, οὐδὲ τὸ παράδειγμα αἰώνιον ἔσται. εἰ οὖν τὸ ἕτερον σαφῶς ὁ Πλάτων εἴρηκεν, τὸ εἶναι αἰώνιον τὸ τοῦ κόσμου παράδειγμα, καὶ τὸ ἕτερον δίδωσιν ἐξ ἀνάγκης, τὸ ἀεὶ εἶναι τὸν κόσμον, τὴν εἰκόνα τοῦ αἰωνίου παραδείγματος. τὸ μὲν οὖν δεύτερον τῶν τοῦ Πρόκλου ἐπιχειρημάτων τοιοῦτόν ἐστιν. βʹ. Ἔδει δὲ ἴσως ἡμᾶς τῶν πραγμάτων μᾶλλον καὶ οὐχ ἁπλῶς τῶν Πλάτωνος ὑποθέσεων ποιουμένους λόγον μὴ πρότερον πρὸς τοῦτον ὑπαντῆσαι τὸν λόγον, πρὶν ἂν τὰ πρὸς ἀλλήλους περὶ τῶν ἰδεῶν οἱ φιλόσοφοι διάφορα διαλύσωνται· τίς γὰρ οὐκ οἶδεν, ὅση κἀν τούτῳ παρὰ τοῖς κορυφαίοις τῶν φιλοσόφων ἡ μάχη καὶ διαφωνία συνέστηκεν; πανταχοῦ μὲν γὰρ τῶν ἑαυτοῦ συγγραμμάτων ὅπῃ καὶ τύχοι ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης τὴν περὶ τῶν ἰδεῶν τοῦ