Ancient Greek · ~6 min
Page 251
Joannes Philoponus Phil., De aeternitate mundi 251
Not analysed yet
τὴν ψυχὴν εὐθὺς καὶ τὸν κόσμον ἀίδιον ὑποτίθεσθαι. εἰ ἄρα ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, οὐκ ἄν ποτε ὑποσταίη καθ' αὑτὴν χωρὶς τοῦ κινουμένου σώματος· ὥσπερ γὰρ τὴν ἔνυλον τῶν σωμάτων ζωὴν χωρὶς σώματος ὑποστῆναι ἀδύνατον διὰ τὸ ἐν τούτῳ ἔχειν τὸ εἶναι ἐν τῷ σώματος εἶναι ζωὴν καὶ ὅλως τὴν ἄλογον ψυχὴν αὐτοκίνητον καὶ αὐτὴν οὖσαν καὶ ἀρχὴν κινήσεως κατὰ Πλάτωνα (ᾧ καὶ Πρόκλος ἐν τοῖς εἰς Φαῖδρον συγκατατίθεται ὑπομνήμασιν) χωρὶς σώματος ὑποστῆναι ἀδύνατον διὰ <τὸ ἐν> τούτῳ οὐσιῶσθαι ἐν τῷ σώματος εἶναι ζωτικήν τε καὶ κινητικήν, οὕτως δήπου καὶ τὴν τοῦ κόσμου ψυχήν, εἴπερ ἐν τούτῳ οὐσίωται ἐν τῷ κινήσεως εἶναι σώματος ἀρχήν, ἀδύνατον ἢ ὑποστῆναι χωρὶς σώματος ἢ ἐνέργειάν τινα χωριστὴν ἐνεργεῖν σώματος· εἰ γὰρ ἡ οὐσία οὐκ ἂν ὑποσταίη χωρὶς σώματος, πολλῷ δήπου μᾶλλον τὰς ἐνεργείας αὐτῆς χωρὶς σώματος ὑποστῆναι ἀδυνατώτερον· τοῦτο γὰρ Ἀριστοτέλει καλῶς ἐν τοῖς περὶ ψυχῆς ἀποδέδεικται καὶ πᾶσιν δοκεῖ, ὡς, εἴτε οὐσία τις εἴη χωριστὴ σώματος, πάντως καὶ ἐνέργειαν ἕξει χωριστὴν σώματος (χωρισθεῖσα γὰρ ἡ οὐσία μάτην ἔσται ἐνεργείας ἁπάσης ἐστερημένη), εἴτε ἐνέργειά τις εἴη χωριστὴ σώματος, πάντως καὶ ἡ οὐσία, ἐξ ἧς ἡ τοιαύτη πρόεισιν ἐνέργεια, χωριστὴ ἔσται σώματος· οὐ γὰρ οἷόν τε τὴν ἐνέργειαν τῆς οὐσίας εἶναι κρείττονα· ἔσται δὲ κρείττων, εἴπερ χωριστὴ εἴη σώματος τῆς οὐσίας οὔσης ἀχωρίστου· κρείττονα δὲ εἶναι τῶν ἀχωρίστων τὰ