Ancient Greek · ~6 min
Page 252
Joannes Philoponus Phil., De aeternitate mundi 252
Not analysed yet
χωριστὴν σωμάτων τὴν ὕπαρξιν ἔχοντα ὡμολόγηται· εἴπερ οὖν αἴτιον μὲν ἡ οὐσία, αἰτιατὸν δὲ ἡ ἐνέργεια, ἀδύνατον δὲ τοῦ αἰτίου τὸ αἰτιατὸν εἶναι κρεῖττον καὶ τοῦ παράγοντος εἰς τὸ εἶναι τὸ παραγόμενον, ἀδύνατον ἄρα τῆς ἐνεργείας χωριστῆς οὔσης σώματος μὴ καὶ τὴν οὐσίαν χωριστὴν πάντως εἶναι σώματος. ἀνάγκη ἄρα πᾶσα, εἴπερ ἡ οὐσία τῆς ψυχῆς ἀχώριστός ἐστιν σώματος, καὶ πᾶσαν ψυχῆς ἐνέργειαν ἀχώριστον εἶναι σώματος· ὅπερ ἐναργῶς ἐστιν ψεῦδος. δʹ. Φαίνονται γὰρ ἔτι ἐν τῷ σώματι οὖσαι αἱ ψυχαί, ἐπειδὰν τῆς πρὸς αὐτὸ σχέσεως καὶ προσπαθείας ἑαυτὰς ἀπαλλάξωσιν, χωριστὰς καὶ ἀσχέτους παντὸς σώματος τὰς νοερὰς ἐνεργείας ποιούμεναι· ‘ποῖον γὰρ μόριον’, φησὶν Ἀριστοτέλης, ‘ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι’. οὐκοῦν ἀνάγκη πᾶσα καὶ τὴν οὐσίαν τῆς ψυχῆς, ἐξ ἧς ἡ τοιαύτη ἐνέργεια πρόεισιν, χωριστὴν καὶ ἄσχετον εἶναι παντὸς σώματος, ὥσπερ οὖν καὶ Πλάτωνι καὶ τοῖς ἀρίστοις ἅπασιν τῶν φιλοσόφων ἔδοξεν· ἐντεῦθεν γὰρ αὐτῆς καὶ τὴν ἀθανασίαν ὁ Πλωτῖνος συνελογίσατο δείξας ἐκ τῶν χωριστῶν αὐτῆς ἐνεργειῶν, ὡς καὶ τὴν οὐσίαν αὐτῆς χωριστὴν εἶναι ἀνάγκη καὶ διὰ τοῦτο ἀθάνατον. εἰ δὲ χωριστὴ καὶ ἄσχετος παντὸς σώματος ἡ τῆς ψυχῆς ἐστιν οὐσία, οὐδ' ἄρα ἐν τούτῳ οὐσίωται ἐν τῷ ἀρχὴν εἶναι κινήσεως· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἐν τῇ πρὸς τὸ σῶμα σχέσει τὸ εἶναι καὶ τὴν ὕπαρξιν ἔχειν τὴν ψυχήν, ὡς ἐδείξαμεν· καὶ γὰρ ἄλλως ἄτοπον τὸ μὲν σῶμα, ᾗ σῶμά ἐστιν, ἐν μηδεμιᾷ σχέσει τῇ