Ancient Greek · ~6 min
Page 253
Joannes Philoponus Phil., De aeternitate mundi 253
Not analysed yet
πρὸς τὴν ψυχὴν τὸ εἶναι ἔχειν, εἴ γε καὶ τοῖς ἐμψύχοις σώμασιν κατ' ἄλλο μέν ἐστιν τὸ εἶναι σώμασιν κατ' ἄλλο δὲ τὸ ἐμψύχοις εἶναι καὶ οὐδὲν εἰς τὸ εἶναι σώματα τῆς πρὸς τὴν ψυχὴν δέονται σχέσεως, τὴν δὲ ἀσώματον ψυχὴν καὶ νοερὰν καὶ ἀθάνατον μὴ δύνασθαι χωρὶς σώματος ὑφίστασθαι λέγειν, εἴπερ ἐν τῷ εἶναι ἀρχὴ κινήσεως τὴν ὕπαρξιν ἔχει· τοῦτο γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ καὶ σωμάτων χείρονα τὴν νοερὰν τῆς ψυχῆς οὐσίαν ποιεῖν. ὅτι δὲ καὶ αὐτὸς οἶδεν ὁ Πρόκλος, ὡς κατ' ἄλλο μέν ἐστιν τῇ ψυχῇ τὸ εἶναι καὶ ἡ οὐσία, κατ' ἄλλο δὲ τὸ ἀρχῇ κινήσεως εἶναι, καὶ ὅτι, εἴτε θεωρεῖ εἴτε ζωοποιεῖ τὸ σῶμα εἴτε ἄλλην τινὰ κίνησιν αὐτὸ κινεῖ, ταῦτα πάντα ἐνέργεια ψυχῆς ἐστιν καὶ οὐκ οὐσία, ἦν μὲν ἐκ πολλῶν αὐτοῦ καὶ ἄλλων συγγραμμάτων πιστώσασθαι, ἀρκέσει δὲ καὶ μίαν ἐκ τῶν εἰς τὸν Φαῖδρον ὑπομνημάτων περικοπὴν παραθέσθαι· τὸν γὰρ προκείμενον περὶ ψυχῆς λόγον τὸν Πλάτωνος ἐξηγούμενος ταῦτά φησιν ἐπὶ λέξεως ‘εἰδέναι δεῖ, ὅτι ἐν μὲν τῷ Φαίδωνι διὰ τῆς ἀναμνήσεως κατεσκεύαζεν, ὅτι ἀθάνατος ἡ ψυχή, καὶ διὰ τῆς πρὸς τὰ θεῖα ὁμοιώσεως καὶ διὰ τοῦ ἑτέροις ζωὴν χορηγεῖν· ταῦτα δὲ πάντα ἐνέργειαί εἰσιν τῆς ψυχῆς· ὥστε ἐν Φαίδωνι ἐκ τῶν ἐνεργειῶν τῆς ψυχῆς προήγετο ἡ ἀπόδειξις. ἐνταῦθα δὲ τὴν ἀπόδειξιν ἐκ τῆς οὐσίας λαμβάνει τῆς ψυχῆς· ὅσῳ οὖν ἡ οὐσία τῆς ψυχῆς τελειοτέρα καὶ κρείττων τῆς ἐνεργείας αὐτῆς, τοσούτῳ καὶ ἡ ἐνταῦθα περὶ τῆς ἀθανασίας τῆς ψυ-