Ancient Greek
Page 254
Joannes Philoponus Phil., De aeternitate mundi 254
Not analysed yet
χῆς ἀπόδειξις κρείττων καὶ ἀκριβεστέρα τῆς ἐν Φαίδωνι· ἀπὸ γὰρ τῆς οὐσίας τῆς ψυχῆς δείκνυται, ὅπερ ἐστὶν τῆς αὐτοκινησίας’. εἰ τοίνυν τὸ ζωὴν χορηγεῖν ἑτέροις, τουτέστιν τοῖς σώμασιν, ἐξ ἧς ζωῆς πᾶσα ἐνέργεια καὶ πᾶσα κίνησις τοῖς ἐμψύχοις σώμασιν γίνεται, ἐνέργειαν εἶναί φησιν τῆς ψυχῆς ὁ Πρόκλος, οὐκ οὐσίαν, οὐσίαν δὲ τὴν αὐτοκινησίαν, οὐκ ἄρα ταὐτὸν οὐσία ψυχῆς καὶ τὸ κινήσεως αὐτὴν εἶναι αἰτίαν καὶ ἀρχήν, ἀλλ' ἡ μὲν αὐτοκινησία κατὰ Πλάτωνα οὐσία ἐστὶν ψυχῆς, τὸ δὲ εἶναι κινήσεως ἀρχὴν δύναμίς τίς ἐστιν τῆς ψυχῆς, ἐξ ἧς ἡ ζωτική τε καὶ κινητικὴ τῶν σωμάτων ἐνέργεια πρόεισιν. δέδεικται ἄρα ἐκ τῶν εἰρημένων, ὡς οὐκ ἐνδέχεται ἐν τούτῳ οὐσιῶσθαι τὴν ψυχὴν λέγειν ἐν τῷ ἀρχὴν εἶναι κινήσεως. ὥστε οὐδὲ τῷ ἀγένητον εἶναι καὶ ἄφθαρτον τὴν οὐσίαν τῆς ψυχῆς λέγοντι τὸ καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ὑποτίθεσθαι συνεισάγεται. εʹ. Εἰ δὲ κατ' ἄλλο μέν ἐστιν τῇ ψυχῇ τὸ εἶναι καὶ ἡ οὐσία, κατ' ἄλλο δὲ τὸ ἀρχῇ κινήσεως εἶναι, ἐνέργεια πάντως ἢ δύναμίς ἐστιν τῆς ψυχῆς, καθ' ἣν κινήσεώς ἐστιν ἀρχή, ὥσπερ καὶ ὁ διδάσκαλος ἀρχὴ κινήσεως ὢν τοῦ μαθητοῦ οὐ καθὸ ἄνθρωπός ἐστιν ἀρχὴ κινήσεως τοιαύτης (οὕτω γὰρ ἂν πᾶς ἄνθρωπος ἅμα τῷ εἶναι ἄνθρωπος εὐθὺς καὶ διδάσκαλος ἦν) ἀλλὰ κατά τινα τῶν περὶ τὴν οὐσίαν αὐτοῦ δύναμιν ἢ ἐνέργειαν. τούτου οὖν οὕτως ἔχοντος καὶ ἀποδεδειγμένου τοῦ δύναμιν εἶναι ψυχῆς ἢ ἐνέργειαν, καθ' ἣν κινήσεως ἀρχὴ γίνεται, εἰ μὲν ἔχει τις δει-