Ancient Greek · ~6 min
Page 255
Joannes Philoponus Phil., De aeternitate mundi 255
Not analysed yet
κνύειν πᾶσαν δύναμιν ψυχῆς εὐθὺς συνεπομένην ἔχουσαν τὴν ἐνέργειαν ἤγουν πάσας τὰς τῆς ψυχῆς ἐνεργείας ἀιδίους οὔσας, συγχωρήσομεν καὶ καθὸ κινήσεώς ἐστιν ἀρχὴ ἡ ψυχὴ ἀιδίως αὐτὴν ἐνεργεῖν, τουτέστιν σῶμά τι κινεῖν ἀιδίως, εἰ δὲ μὴ ἀίδιοι αἱ τῆς ψυχῆς ἐνέργειαι μήτε αἱ γνωστικαὶ μήτε αἱ πρακτικαί, ἀλλ' ἐξ ἀγνοίας τε εἰς γνῶσιν μεταβάλλει καὶ ἔμπαλιν ἀπὸ γνώσεως ἐπὶ λήθην καὶ ἄγνοιαν ἔκ τε κακίας εἰς ἀρετὴν καὶ ἐξ ἀρετῆς αὖ πάλιν εἰς κακίαν, ποία ἔτι ἀνάγκη φαίνεται τὴν κινητικὴν τῶν σωμάτων τῆς ψυχῆς δύναμιν ἀιδίως ἐνεργεῖν; ἔσται οὖν ποτε δυνάμει κινήσεως ἀρχὴ καὶ οὐκ ἐνεργείᾳ, ὡς καὶ δυνάμει ἐπιστήμων καὶ οὐκ ἐνεργείᾳ ἔστιν ποτέ. ἄλλως τε παντὶ δῆλόν ἐστιν, ὅτι αἱ ἐπιστρεπτικαὶ πρὸς αὐτὴν τῆς ψυχῆς ἐνέργειαι καὶ ἔτι αἱ νοερώτεραι καὶ πρὸς τὸ θεῖον ἀναγωγοὶ ἀσυγκρίτως ὑπερέχουσιν τῶν περὶ τὸ σῶμα αὐτῆς ἐνεργειῶν καὶ τοσοῦτον ἴσως, ὅσον καὶ ψυχὴ σώματος ὑπερέχει, μᾶλλον δὲ ὅσον τὰ νοητὰ καὶ νοῦς ἵνα μὴ λέγω καὶ ὁ θεὸς αὐτὸς ἀσυγκρίτῳ ὑπεροχῇ τῆς τῶν σωμάτων ὑπεραναβέβηκε φύσεως, εἴπερ αἱ μὲν νοεραὶ τῆς ψυχῆς ἐνέργειαι θεῷ συνάπτουσιν αὐτήν, αἱ δὲ ἕτεραι σώμασιν. εἰ τοίνυν αἱ κρείττους τῆς ψυχῆς ἐνέργειαι, αἱ νοεραί φημι καὶ ἀναγωγοί, οὐκ ἀίδιοι, πολλῷ δήπου μᾶλλον αἱ χείρονες καὶ καταγωγοὶ οὐκ ἂν εἶεν ἀίδιοι· εἰ γὰρ τῷ κρείττονι τὸ κρεῖττον ἀνάγκη προσεῖναι καὶ οὐκ ἔμπαλιν τῷ χείρονι τὸ κρεῖττον, τὸ δὲ ἀίδιον τοῦ φθαρτοῦ κρεῖττον, δῆλον, ὡς, εἰ μὴ ταῖς νοεραῖς