Ancient Greek · ~6 min
Page 256
Joannes Philoponus Phil., De aeternitate mundi 256
Not analysed yet
ἐνεργείαις τὸ ἀίδιον πρόσεστιν, πολλῷ δήπου μᾶλλον ταῖς τοῦ σώματος κινητικαῖς τῆς ψυχῆς ἐνεργείαις χείροσιν οὔσαις ἐκείνων οὐκ ἂν προσείη τὸ ἀίδιον. καὶ ἄλλως· αἱ νοεραὶ τῆς ψυχῆς ἐνέργειαι καὶ κατὰ φύσιν αὐτῆς εἶναι παρὰ πᾶσιν ὡμολόγηνται, εἴπερ νοητή τέ ἐστιν καὶ νοῦς, αἱ δὲ τῶν σωμάτων κινητικαὶ παρὰ φύσιν τῷ λόγῳ καὶ οὐ συμπληρωτικαὶ τῆς οὐσιώδους αὐτοῦ τυγχάνουσιν τελειότητος· οὐ γὰρ ἐκ τοῦ κινεῖν τὰ σώματα ἡ οὐσιώδης τοῦ λόγου ἰδιότης χαρακτηρίζεται· φύσεως γὰρ μᾶλλον καὶ ἀλόγου δυνάμεως τοῦτο ἴδιον, οὐ λογικῆς τε καὶ νοερᾶς οὐσίας. εἰ τοίνυν αἱ λογικαί τε καὶ τελειωτικαὶ τῆς ἡμετέρας ψυχῆς ἐνέργειαι οὐκ ἀίδιοι, πολλῷ δήπου μᾶλλον αἱ σωματικαὶ καὶ οἷον παρὰ φύσιν τε καὶ ἀλλότριαι οὐκ ἂν εἶεν ἀίδιοι. εἰ δὲ μὴ ἀίδιοι αἱ περὶ τὸ σῶμα τῆς ψυχῆς ἐνέργειαι, οὐδὲ σῶμα ἄρα ἀίδιον ἐξῆφθαι τῆς ψυχῆς ἐνδέχεται. ϛʹ. Ἔστιν δὲ καὶ οὕτως ἐπιχειρεῖν εἰς τὸ προκείμενον. αἱ σωματικαὶ πᾶσαι κινήσεις ἢ ἁπλῶς μεταβολαὶ τέσσαρές εἰσιν κατὰ γένος, ἐν μὲν οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ ποσῷ αὔξησις καὶ μείωσις, ἐν ποιῷ ἀλλοίωσις, ἐν τόπῳ φορά· ταύτης δὲ ἡ μέν ἐστιν κατ' εὐθείαν ὥσπερ ἡ τῶν στοιχείων (τούτων γὰρ τὰ μὲν κάτωθεν ἄνω, τὰ δὲ ἄνωθεν κινεῖται κάτω), ἡ δὲ περιφορὰ ὥσπερ ἡ τῶν οὐρανίων. εἰ τοίνυν ἀρχὴ καὶ αἰτία τῆς τῶν σωμάτων κινήσεώς ἐστιν ἡ ψυχὴ καὶ διὰ τοῦτο ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι ἀιδίως κινεῖ τὰ σώματα, ὡς τῷ Πρόκλῳ δοκεῖ, ἀνάγκη πάντως κατὰ μίαν τούτων τῶν κινήσεων ἢ πάσας ἢ πλείο-