Ancient Greek · ~6 min
Page 257
Joannes Philoponus Phil., De aeternitate mundi 257
Not analysed yet
νας καὶ ἀιδίως κινεῖν τὸ σῶμα τὴν ψυχήν. οὐκοῦν, εἰ τὸ κινοῦν ἀιδίως κινεῖ, καὶ τὸ κινούμενον ἀιδίως κινεῖται καὶ ἡ κίνησις ἀίδιος ἔσται οὔτε ἀρχὴν τοῦ εἶναι οὔτε τέλος ἔχουσα. σκοπητέον οὖν, εἴ τις τῶν ἀπηριθμημένων κινήσεων ἀίδιός ἐστιν· εἰ γὰρ μηδεμία εἴη ἀίδιος, οὐδὲ τὸ κινούμενον ἀιδίως κινηθήσεται οὔτε ἡ κινοῦσα ψυχὴ ἀιδίως κινήσει. ὅτι μὲν οὖν οὔτε γένεσις οὔτε φθορὰ οὐδεμία ἄναρχός ἐστιν καὶ ἀτελεύτητος, παντὶ δῆλον· τὸ γὰρ γινόμενον εἴς τι πέρας τὸ εἶδος παύεται, οἷον ἡ τῆς οἰκίας γένεσις ἀρχὴν μὲν ἔχει τὴν τῶν θεμελίων, πέρας δὲ τὸ τῆς οἰκίας σχῆμα· ὁμοίως καὶ ἐπὶ τῶν φύσει γινομένων ἀρχὴ μὲν γενέσεως ἡ τοῦ σπέρματός ἐστιν καταβολή, πέρας δὲ ἡ τοῦ φυσικοῦ εἴδους τελείωσις, οἷον εἰ τύχοι τοῦ ἀνθρωπείου· ὁμοίως δὲ καὶ τὸ φθειρόμενον εἰς πέρας τὴν στέρησιν καὶ τὸ μὴ ὂν καταλήγει. καὶ ἵνα συντόμως εἴπω, εἰ ἡ γένεσις ὁδός ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν καὶ ἡ φθορὰ ὁδὸς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, ἀδύνατόν ἐστιν γένεσιν ἢ φθορὰν ἄναρχον εἶναι καὶ ἀτελεύτητον περατουμένας ὑπό τε τοῦ ὄντος καὶ ὑπὸ τοῦ μὴ ὄντος. ἀλλὰ μὴν οὐδὲ ἀλλοιοῦσθαί τι ἀιδίως ἐνδέχεται· ἔστιν γὰρ καὶ στάσις καὶ ὅρος ἐν τοῖς πράγμασιν καὶ οὐ καθ' Ἡράκλειτον ἐν κινήσει τὰ πάντα ἐστίν· πάλιν γὰρ καὶ ἡ ἀλλοίωσις κίνησις οὖσα ὑπὸ δύο εἰδῶν περιέχεται τοῦ τε ἐξ οὗ καὶ τοῦ εἰς ὅ· οἷον ἡ λεύκανσις ὁδός ἐστιν ἐκ μέλανος ἐπὶ τὸ λευκόν, ἐφ' ὃ γενόμενον τὸ ἀλλοιούμενον καὶ λευκανθὲν ἵσταται λοιπὸν ἐν τούτῳ. ἀλλὰ