Ancient Greek · ~4 min
Page 27
Joannes Philoponus Phil., De aeternitate mundi 27
Not analysed yet
διδασκάλου κατὰ τὸ καρτερὸν ἀπελέγχει ὑπόθεσιν, διαφερόντως δὲ ἐν τῇ μετὰ τὰ φυσικὰ πραγματείᾳ τὸ μεῖζον ἄλφα καλούμενον συνεπέρανεν τὴν περὶ αὐτῶν εὐθύνων δόξαν, ἐν ᾧ τὴν Πλάτωνος περὶ τῶν ὄντων ἱστορῶν φιλοσοφίαν τῆς Σωκράτους φησὶν διδασκαλίας παρακούσαντα Πλάτωνα εἰς τὴν περὶ τῶν ἰδεῶν ὑπόληψιν ἐκπεσεῖν. ἔχει δὲ ἡ λέξις οὕτως ‘μετὰ δὲ τὰς εἰρημένας ἡ Πλάτωνος ἐπεγένετο πραγματεία, τὰ μὲν πολλὰ τούτοις ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν Ἰταλικῶν ἔχουσα φιλοσοφίαν. ἐκ νέου τε γὰρ συγγενόμενος πρῶτον μὲν Κρατύλῳ καὶ ταῖς Ἡρακλειτείοις δόξαις, ὡς ἁπάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν· Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευσαμένου, περὶ δὲ τῆς ὅλης φύσεως οὐθέν, ἐν μέντοι τούτοις τὸ καθόλου ζητοῦντος καὶ περὶ ὁρισμῶν ἐπιστήσαντος πρώτου τὴν διάνοιαν, ἐκεῖνον ἀποδεξάμενος διὰ τὸ τοιοῦτον ὑπέλαβεν ὡς περὶ ἑτέρων τοῦτο γινόμενον καὶ οὐ τῶν αἰσθητῶν τινος ἀεί· ἀδύνατον γὰρ εἶναι τὸν κοινὸν ὅρον τῶν αἰσθητῶν τινος ἀεὶ μεταβαλλόντων. οὕτως οὖν τὰ μὲν τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσεν, τὰ δὲ αἰσθητὰ παρὰ ταῦτα καὶ κατὰ ταῦτα λέγεσθαι πάντα· κατὰ μέθ-