Ancient Greek · ~6 min
Page 266
Joannes Philoponus Phil., De aeternitate mundi 266
Not analysed yet
λείας τῆς κατὰ τὴν κίνησιν τῶν παθητικῶν δυνάμεων ὁ λόγος αἴτιος. εἰ δὲ ἐπὶ τῶν καθ' ἕκαστον ζῴων οὐκ ἀμέσως ἡ λογικὴ ψυχὴ προσπελάζει τῷ σώματι οἱονεὶ συνδέσμου τῆς ἀλόγου χρείᾳ δυνάμεως, δι' ἧς τὸ σῶμα ζωοποιούμενον ἐπιτήδειον εἰς ὑποδοχὴν τῆς λογικῆς ψυχῆς γίνεται, ἀνάγκη δήπου πᾶσα, καὶ εἴ τις τῷ οὐρανίῳ σώματι λογικὴ ψυχὴ ἐφέστηκεν, πολλῷ μᾶλλον μηδ' αὐτὴν ἀμέσως τῷ οὐρανίῳ προσπελάζειν σώματι, μεσότητι δὲ τῇ ἀλόγῳ χρῆσθαι δυνάμει, δι' ἧς τῷ οὐρανίῳ σώματι ἡ παρὰ τῆς λογικῆς ψυχῆς ἔλλαμψις γίνεται· οὐ γὰρ δύναται τὰ σώματα αὐτὰ καθ' αὑτὰ ζωῆς καὶ αἰσθήσεως ἀμοιροῦντα ἀμέσως ὑπὸ λογικῆς ψυχῆς καταλάμπεσθαι, ὥσπερ οὐδὲ τὸ ἡμέτερον ὄμμα ἄνευ τοῦ μεταξὺ διαφανοῦς τὰς ἡλιακὰς ἀκτῖνας εἰσδέχεσθαι. ταῦτα δὲ καὶ αὐτοῖς τοῖς Ἑλλήνων σοφοῖς ἀρέσκοντα λέγομεν. εἰ τοίνυν ἡ ἄλογος ψυχὴ τῆς ζωῆς ἐστιν αἰτία τοῖς σώμασιν, δῆλον ὅτι, εἰ καὶ ἀρχὴ εἴη κινήσεως τὸ αὐτοκίνητον, τουτέστιν ἡ λογικὴ ψυχή, οὐ πάσης κινήσεώς ἐστιν ἀρχή, μόνης δὲ τῆς τεταγμένης τε καὶ μετὰ λόγου· ἐπεὶ καὶ ἐν τοῖς ἀψύχοις ἡ φύσις τῆς ἐν αὐτοῖς κινήσεώς ἐστιν ἀρχή, εἴπερ ἡ φύσις, ὡς Ἀριστοτέλει δοκεῖ, ἀρχὴ κινήσεώς ἐστιν καὶ ἠρεμίας· ἡ γὰρ ἐν τῷ πυρὶ φύσις ἀρχή ἐστιν καὶ αἰτία τῆς ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κινήσεως καὶ ἡ ἐν τῷ ὕδατι τῆς ἐπὶ τὸ κάτω· καὶ παντί που δῆλον, ὡς οὐχ ὑπὸ λογικῆς ψυχῆς τὰ ἄψυχα κινεῖται, εἴπερ μηδὲ τῶν ζῴων τὰ ἄλογα. ὥσπερ οὖν ἀρχὴ μέν ἐστιν τῆς τεχνικῆς τοῦ ἅρματος κινήσεως ὁ ἡνίοχος, ὁμοίως δὲ καὶ τοῦ πλοίου ὁ