Ancient Greek · ~5 min
Page 267
Joannes Philoponus Phil., De aeternitate mundi 267
Not analysed yet
κυβερνήτης, ἁπλῶς δὲ τῆς τούτων κινήσεως οὐδέτερος αἴτιος, οὔτε μὴν ἅμα τῷ εἶναι τὸν ἡνίοχον ἢ τὸν κυβερνήτην τὸ ἅρμα ἢ τὸ πλοῖον εἶναι ἀνάγκη (ἐνδέχεται γὰρ τοῦ καθ' ἕξιν κυβερνήτου καὶ ἡνιόχου ὄντος μήτε τὸ πλοῖον εἶναι μήτε τὸ ἅρμα), οὕτω δὴ καὶ τὴν λογικὴν ψυχὴν ἀρχὴν οὖσαν κινήσεως οὐ πάσης ἀλλὰ τῆς τῷ λόγῳ πρεπούσης οὐδεμία ἔσται ἀνάγκη ἅμα τῷ εἶναι ψυχὴν λογικὴν καὶ τὸ ὑπ' αὐτῆς κινούμενον σῶμα. αιʹ. Ἔμπαλιν γὰρ ἔχει τὸ ἀναγκαῖον· τῇ γὰρ ἀναιρέσει τῆς ψυχῆς καὶ τὰ ὑπ' αὐτῆς κινούμενα συναναιρεῖται σώματα, ἐπειδὴ καὶ τῶν ἐμψύχων ὑπαρχόντων σωμάτων καὶ τὴν ψυχὴν εἶναι ἀνάγκη, οὐ τῇ ψυχῇ πάντως καὶ τὸ ἔμψυχον ἕπεται· ἀθανάτου γὰρ εἶναι τῆς ψυχῆς πεπιστευμένης τὰ ἔμψυχα γινόμενα φαίνεται καὶ φθειρόμενα. οὕτω γοῦν καὶ ὁ Πλάτων ἐν τῷ Φαίδρῳ οὐ τῇ ὑπάρξει τῆς ψυχῆς συνυπάρχειν ἐξ ἀνάγκης καὶ τὸν οὐρανὸν ἀπεφήνατο, ἀλλ' ἅμα τῇ ἀναιρέσει αὐτῆς εὐθὺς καὶ τὴν ἐξ αὐτῆς τῷ παντὶ τάξιν ἐφήκουσαν εἰς σύγχυσιν ἄγεσθαι· λέγει γοῦν ἐπὶ λέξεως ἐν τῷ εἰρημένῳ διαλόγῳ ταῦτα ‘οὕτω δὴ κινήσεως μὲν τὸ αὑτὸ κινοῦν. τοῦτο δὲ οὔτε ἀπόλλυσθαι οὔτε γίνεσθαι δυνατόν, ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γῆν εἰς ἓν ξυμπεσοῦσαν στῆναι καὶ μήποτε αὖθις ἔχειν, ὅθεν κινηθέντα γένηται’. ἐπιστῆσαι γὰρ χρή, ὡς μήτε ἀπόλλυσθαι μήτε γίνεσθαι δυνατὸν