Ancient Greek · ~5 min
Page 28
Joannes Philoponus Phil., De aeternitate mundi 28
Not analysed yet
εξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν’. σαφῶς ἄρα διὰ τούτων Ἀριστοτέλους ἠκούσαμεν λέγοντος, ὡς Σωκράτους πρώτου τῇ μεθόδῳ τῇ περὶ τῶν ὁρισμῶν ἐπιστήσαντος καὶ τὰς ἐν τοῖς αἰσθητοῖς κοινότητας ζητοῦντός τε καὶ ὁριζομένου (οἷον τίς ἐστιν ἡ ἁπλῶς ἐπιστήμη, ἥτις κοινῶς ἐν ταῖς μερικαῖς ἐπιστήμαις θεωρεῖται, ἀστρονομίᾳ εἰ τύχοι καὶ γεωμετρίᾳ καὶ ταῖς λοιπαῖς, καὶ τί τὸ ἁπλῶς καλὸν καὶ τί τὸ δίκαιον καὶ ἐπὶ πάντων ὡσαύτως) τὴν τοιαύτην Σωκράτους ὁ Πλάτων ἀποδεξάμενος μέθοδον ὑπέλαβεν, ὡς περὶ ἑτέρων τινῶν καὶ κεχωρισμένων παρὰ τὰ αἰσθητὰ τὸν λόγον ὁ Σωκράτης ποιοῖτο καὶ οὐχὶ περὶ αὐτῶν τῶν αἰσθητῶν καὶ τῶν ἐν τούτοις κοινοτήτων· Ἡρακλείτειος γὰρ ὤν, φησίν, τὴν δόξαν οὐδενὸς εἶναι τῶν αἰσθητῶν ὁρισμὸν ἐπεὶ μηδὲ ἐπιστήμην ἐνόμιζεν διὰ τὸ πάντα ἐν ῥύσει τε καὶ μεταβολῇ τὸ εἶναι ἔχειν καὶ στάσιν καὶ ὅρον εἶναι τῶν αἰσθητῶν οὐδενός· ἔνθεν γοῦν ἐν Τιμαίῳ γενόμενά φησιν καὶ ἀπολλύμενα πάντα τὰ αἰσθητά, ὄντως δὲ μηδέποτε ὄντα δόξῃ τε μετ' αἰσθήσεως ἀλόγου καὶ οὐκ ἐπιστήμῃ περιληπτά. διά τοι τοῦτο τοὺς τῶν κοινοτήτων ὁρισμοὺς περί τινων χωριστῶν παρὰ τὰ αἰσθητὰ ποιεῖσθαι Σωκράτην νενομικὼς ἰδέας εἶναι ταύτας τῶν αἰσθητῶν καὶ παραδείγματα προσηγόρευσεν, ὧν κατὰ μέθεξιν εἶναι τὰ αἰσθητὰ συνωνύμως ἐκείνοις προσαγορευόμενα· ζῷον γὰρ καὶ ἡ ἰδέα τοῦ ζῴου καὶ