Ancient Greek
Page 278
Joannes Philoponus Phil., De aeternitate mundi 278
Not analysed yet
ἐκείνου κινήσει ὠθούμενον τὸ φθαρτὸν ὅλον καθ' ὅλον αὐτὸ κινεῖσθαι. πῶς οὖν τὸ μέρος τοῦ φθαρτοῦ κινεῖται σώματος τοῦ ὅλου ἀκινήτου μένοντος, λέγειν οὐχ ἕξουσιν. εἰ οὖν ἀνάγκη μέν, ὥσπερ τὸ ὅλον τῷ ὅλῳ, οὕτως καὶ τὸ μέρος τῷ μέρει κινεῖσθαι, τὸ δὲ μέρος ὑπὸ τοῦ μέρους κινεῖσθαι ἀδύνατον, ἐπεὶ μὴ ἐνδέχεται τῶν κύκλῳ κινουμένων μέρος τι καθ' αὑτὸ τοῦ ὅλου ἠρεμοῦντος κύκλῳ φέρεσθαι, οὐδ' ἄρα ἡ τοῦ ὅλου κυκλοφορία τὸ φθαρτὸν ὅλον κινεῖ. ὥστε ἀδύνατόν ἐστιν κύκλῳ κινούμενον ἐκεῖνο τὸ σῶμα κινεῖν τὸ φθαρτὸν κατ' εὐθεῖαν. ϛιʹ. Λείπεται ἄρα, εἴπερ ὅλως ἔστιν ἐκεῖνο τὸ σῶμα, κατ' εὐθεῖαν κἀκεῖνο κινεῖσθαι. εἰ δὲ κατ' εὐθεῖαν κἀκεῖνο κινεῖται, ἢ κατὰ φύσιν αὐτῷ ἡ κατ' εὐθεῖαν ὑπάρξει κίνησις ἢ οὐ κατὰ φύσιν. εἰ μὲν οὖν κατὰ φύσιν ἐστὶν αὐτῷ ἡ κατ' εὐθεῖαν κίνησις, ἐπειδὴ οὐδὲν εὐθυφορούμενον σῶμα ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, οὐδὲ ἐκεῖνο ἀγένητον ἔσται καὶ ἄφθαρτον. εἰ δὲ μὴ κατὰ φύσιν ἐπ' εὐθείας κινεῖται, ἢ ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἐπ' εὐθείας κινεῖται ἢ παρὰ φύσιν καὶ βίᾳ. ὑπὲρ φύσιν μὲν οὖν ἀδύνατον· τὰ γὰρ ὑπὲρ φύσιν ὑπάρχοντά τισιν τοῖς κρείττοσιν αὐτῶν κατὰ φύσιν ὑπάρχει, ὥσπερ ἡ κύκλῳ κίνησις ὑπὲρ φύσιν τῷ αἰθερίῳ ὑπάρχουσα σώματι κατὰ φύσιν τῷ κρείττονι, λέγω δὴ τῷ οὐρανίῳ, ὑπάρχει· διὰ τοῦτο γὰρ ὑπὲρ φύσιν τὰ τοιαῦτα λέγεται ὑπάρχειν τισὶν διὰ τὸ ταῖς ὑπερεχούσαις αὐτῶν οὐσίαις κατὰ φύσιν ὑπάρχειν. διὰ τοῦτο καὶ τὰς ἐνθουσιώσας τῶν