Ancient Greek
Page 279
Joannes Philoponus Phil., De aeternitate mundi 279
Not analysed yet
ψυχῶν καὶ τὴν τοῦ μέλλοντος εἰσδεχομένας πρόγνωσιν ἤ τινων ἄλλων ἀπορρήτων ἐν θεωρίᾳ γινομένας ὑπὲρ φύσιν ἐνεργεῖν φαμεν διὰ τὸ κρειττόνων εἶναι ἢ κατὰ ἄνθρωπον φύσεων τὴν τοιαύτην ἐνέργειαν. εἰ οὖν ἡ κατ' εὐθεῖαν κίνησις τοῖς φθαρτοῖς σώμασιν κατὰ φύσιν ὑπάρχει, οὐκ ἂν ὑπὲρ φύσιν ἐκείνῳ συνυπάρχειν τῷ σώματι, ᾧ πρώτως τὴν ψυχὴν ἐπιβεβηκέναι φασίν, εἴπερ κρεῖττον ἐκεῖνο τούτου· ἐπεὶ καὶ τὸ ἀίδιον τοῦ φθαρτοῦ κρεῖττον εἶναι, ἀίδιον δὲ ἐκεῖνό φασιν. εἰ οὖν μήτε κατὰ φύσιν μήτε ὑπὲρ φύσιν, ἀνάγκη πάντως παρὰ φύσιν καὶ βίᾳ τὴν ἐπ' εὐθείας ἐκεῖνο κινεῖσθαι κίνησιν. οὐδὲν δὲ σῶμα τὸ παρὰ φύσιν καὶ βίᾳ κινούμενον ἀγένητόν ἐστιν καὶ ἄφθαρτον· πάντα γὰρ τά τε ἐπ' εὐθείας κινούμενα σώματα (τουτέστιν τὰ μερικά· φημὶ δὲ τόδε τὸ πῦρ καὶ τόδε τὸ ὕδωρ καὶ τῶν ἄλλων ἕκαστον) καὶ ὅσα παρὰ φύσιν κινεῖται (ὥσπερ πάλιν τὰ μερικά· φέρεται μὲν γὰρ τὸ μὲν πῦρ κάτω βίᾳ καὶ παρὰ φύσιν, ἡ δὲ βῶλος ἢ τὸ ὕδωρ τυχὸν ἄνω) καὶ πάντα ἁπλῶς τὰ δεκτικὰ τῆς παρὰ φύσιν κινήσεως γινόμενα ὁρῶνται καὶ φθειρόμενα καὶ οὐδὲν τῶν τοιούτων ἀγένητον ὑπάρχει ἢ ἄφθαρτον. ὥστε οὐδὲ ἐκεῖνο τὸ σῶμα παρὰ φύσιν ἐπ' εὐθείας κινούμενον ἀγένητον ἔσται καὶ ἄφθαρτον· αὐτὴ γὰρ ἡ εἰς τὸ παρὰ φύσιν ὁδὸς φθορᾶς ἐστιν τοῖς σώμασιν αἰτία καὶ ἀρχή, ἔτι δὲ καὶ τὸ τῆς παρὰ φύσιν κινήσεως αἴτιον. εἰ οὖν ἄλλο, ἢ πάλιν ζητήσωσιν σῶμα ἀγένητον, ὅπερ καὶ τοῦτο κινήσει, καὶ πάλιν περὶ ἐκείνου τὰ αὐτὰ ἀπορήσομεν καὶ