Ancient Greek · ~5 min
Page 280
Joannes Philoponus Phil., De aeternitate mundi 280
Not analysed yet
οὕτως ἐπὶ τὸ ἄπειρον βαδιεῖται ὁ λόγος, ἢ συγχωρήσουσιν ἐξ ἀνάγκης ἀμέσως τῷ φθαρτῷ τὴν ψυχὴν ἐπιβεβηκέναι σώματι καὶ τοῦτο προσεχῶς κινεῖν· λέγω δὲ ἀμέσως μηδενὸς ἄλλου μεσιτεύοντος ἀιδίου σώματος· μεσιτεύειν γὰρ τῇ λογικῇ ψυχῇ καὶ τῷ σώματι τήν τε φύσιν καὶ τὰς ἀλόγους δυνάμεις γενητὰς οὔσας καὶ αὐτὰς καὶ φθαρτὰς καὶ ἡμεῖς συγχωροῦμεν. ζιʹ. Καὶ ἄλλως. εἰ τὸ ἀγένητον ἐκεῖνο σῶμα καὶ ἄφθαρτον κινούμενον ὑπὸ ψυχῆς, ὡς ἡ ὑπόθεσις, εἴτε κατ' εὐθεῖάν τις βούλοιτο εἴτε κατὰ κύκλον, οὕτω κινεῖ τὰ φθαρτὰ σώματα, πᾶν δὲ σῶμα τῇ ἰδίᾳ κινήσει κινοῦν ἕτερον σῶμα θιγγάνον αὐτοῦ καὶ ἁπτόμενον κινεῖ, καὶ τὸ ἀίδιον ἄρα ἐκεῖνο θιγγάνον τοῦ φθαρτοῦ καὶ ἁπτόμενον κινεῖ αὐτό. ἀνάγκη οὖν πᾶσα ἢ ἔξωθεν τὸ ἀίδιον τοῦ φθαρτοῦ θιγγάνειν ἢ ἔσωθεν. ἀλλ' εἰ μὲν ἔξωθεν αὐτὸ θιγγάνον ἐκίνει, ἔξωθεν ἂν καὶ τὸ αἴτιον ἐφαίνετο τῆς κινήσεως· νῦν δὲ οὐδενὸς ἔξωθεν κινοῦντος αἰσθανόμεθα, τοὐναντίον δὲ τὰ κινητικὰ νεῦρα τοῦ σώματος ἐντὸς εἶναι ὡμολόγηται. ἀλλ' οὐδὲ συνεχὴς ἂν ἔξωθεν ἦν ἀὴρ πανταχόθεν τῷ ἡμετέρῳ σώματι, εἴπερ ἔξωθέν τι ἦν σῶμα ἕτερον τὸ ἁπτόμενον τοῦ θνητοῦ σώματος καὶ κινοῦν αὐτό. ἀλλὰ δὴ καὶ ἔξωθεν πανταχόθεν τινὸς ἡμῶν συναπτομένου σώματος—ἐνδέχεται γὰρ τοῦτο γενέσθαι, ὡς εἰ νήχοιτό τις ὅλος ὑποβρύχιος ὤν—ἐκεχώριστο ἂν ἐκεῖνο ἡμῶν καὶ οὐκ ἐκίνει ἅτε δὴ μὴ θιγγάνον ἡμῶν ἔξωθεν· οὐ γὰρ ἐνδέχεται ἅμα καὶ τὸ ὕδωρ παν-