Ancient Greek · ~6 min
Page 29
Joannes Philoponus Phil., De aeternitate mundi 29
Not analysed yet
αὐτὸ τὸ αἰσθητὸν λέγεται ζῷον καὶ ἄνθρωπος ὡσαύτως καὶ καλὸν καὶ δίκαιον καὶ τὰ λοιπά. ἐξ ὧν ἔστιν μάλιστα συνιδεῖν, ὡς οἱ κατὰ Πλάτωνος Ἀριστοτέλους ἔλεγχοι οὐ πρὸς τοὺς κακῶς τὰ Πλάτωνος ἐξειληφότας ἐνίστανται, ὥς τινες τῶν νεωτέρων ἐμυθολόγησαν τὴν τῶν φιλοσόφων διαφωνίαν αἰδεσθέντες, ἀλλὰ πρὸς τὰς Πλάτωνος αὐτοῦ ὑπονοίας τὴν ἀντιλογίαν πεποίηνται· εἰ γὰρ μὴ πρὸς αὐτὸ διεμάχετο τὸ περὶ τῶν ἰδεῶν Πλάτωνος Ἀριστοτέλης δόγμα, ἀλλὰ πρὸς τοὺς κακῶς τῶν Πλάτωνος, ὥς φασιν, παρακούσαντας, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο προσδιορίζεσθαι ἤμελλεν καὶ οὐχ ἁπλῶς καὶ ἀδιορίστως τὴν περὶ τῶν ἰδεῶν ἀπελέγχειν δόξαν, ὥσπερ ἀμέλει καὶ ἐν αἷς παρεθέμεθα ῥήσεσιν οὐ τὸν Σωκράτην ηὔθυνεν τὰς ἐν τοῖς αἰσθητοῖς κοινότητας ὁριζόμενον ἀλλὰ Πλάτωνα Σωκράτους οὐ καλῶς ἐπακούσαντα. εὕροι δ' ἄν τις αὐτὸν καὶ πανταχοῦ τῶν οἰκείων λόγων τούτῳ τῷ τρόπῳ τῆς διδασκαλίας διαγινόμενον. ἐν γοῦν ταῖς φυσικαῖς πραγματείαις τοῖς πρὸ αὑτοῦ φυσικοῖς περὶ τῶν ἀρχῶν, ἐξ ὧν τὰ ὄντα συνέστηκεν, ἀντιλέγων οὐ τὸ εἶναι ἀρχὰς καὶ στοιχεῖα τῶν σωμάτων ἀνεῖλεν, ἀλλὰ τὰς τῶν παλαιοτέρων περὶ τῶν ἀρχῶν ὑποθέσεις ἐλέγξας οὕτω τὴν ἑαυτοῦ περὶ τούτων ὑπόληψιν ἡμᾶς ἐδίδαξεν. καὶ ἐν τοῖς περὶ ψυχῆς τοὺς κακῶς περὶ ψυχῆς ὑπειληφότας εὐθύνων οὐ καθόλου τὸ εἶναι ψυχὴν ἀνεῖλεν ἀλλὰ τὸ οὕτως εἶναι, ὡς ἐκεῖνοι ἐνόμιζον. ὁμοίως ἐν τοῖς περὶ αὐξήσεως καὶ γενέσεως λόγοις τόπου τε καὶ χρόνου καὶ τῶν λοιπῶν ἁπάντων τὰς ψευδεῖς πρῶτον περὶ ἑκάστου δόξας ἀναιρῶν οὕτω τὰς αὑτῷ δοκούσας