Ancient Greek · ~5 min
Page 281
Joannes Philoponus Phil., De aeternitate mundi 281
Not analysed yet
ταχόθεν ἡμῶν ἅπτεσθαι καὶ ἕτερόν τι σῶμα· σῶμα γὰρ ἂν ἐχώρει διὰ σώματος, ὅπερ ἀδύνατόν τε εἶναι ὡμολόγηται καὶ ἡμεῖς ἀποδείξομεν ὅσον οὐδέπω. ἀνάγκη οὖν ἢ νηχομένους ὑπὸ ψυχῆς ἀμέσως κινεῖσθαι καὶ οὐχ ὑπ' ἐκείνου τοῦ σώματος ἔξωθεν ἡμῶν ἁπτομένου καὶ κινοῦντος. ταύτην μὲν οὖν τὴν ὑπόθεσιν ὡς εὐφώρατον παριτέον. εἰ δὲ ἔσωθεν ὂν τοῦ γενητοῦ σώματος τὸ ἀίδιον συνάπτεται αὐτοῦ, ἀνάγκη πᾶσα ἢ ὅλον δι' ὅλου κεχωρηκέναι τὸ ἀίδιον διὰ τοῦ φθαρτοῦ ἢ κατὰ μέρος ἀλλήλων ἅπτεσθαι, μᾶλλον δὲ κατὰ τὰ πέρατα τῶν ἁπτομένων μερῶν, ὥσπερ πάντα τὰ ἁπτόμενα σώματα ἀλλήλων ἅπτεσθαι πέφυκεν. ὅλον μὲν οὖν δι' ὅλου χωρῆσαι ἀδύνατον· σῶμα γὰρ διὰ σώματος χωρῆσαι τῶν ἀδυνάτων εἶναι τοῖς φυσικοῖς ἀποδέδεικται· οὕτω γὰρ ἂν ἐν κυάθῳ χωρηθείη ἂν ἡ θάλασσα· εἰ γὰρ δυνατὸν δύο ἴσα κυάθια ἐν τῷ αὐτῷ χωρῆσαι, τί κωλύει καὶ τρία καὶ ἄπειρα; καταμετρουμένου γὰρ τοῦ μείζονος ὑπὸ τοῦ ἐλάττονος διὰ τὸ πᾶν πεπερασμένον καταμετρεῖσθαι ὑπὸ παντὸς πεπερασμένου τὴν πᾶσαν θάλατταν ἐνδέχοιτο ἂν ἐν κυάθῳ χωρῆσαι. εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀδύνατον, ἀδύνατον ἄρα σῶμα διὰ σώματος χωρῆσαι. καὶ οὐχὶ τόδε μᾶλλον τὸ σῶμα διὰ τοῦδε τοῦ σώματος χωρῆσαι ἀδύνατον, ἄλλα δὲ δι' ἄλλου δυνατόν, ἀλλ' οὐδὲν δι' οὐδενὸς οἷόν τε χωρεῖν, εἰ μηδὲ τὰ οὐράνια σώματα χωροῦντα δι' ἀλλήλων φαίνεται, ἁπτόμενα δὲ μόνον ἀλλήλων· ὅθεν καὶ ἐπιπροσθεῖ τὰ ἄστρα ἀλλήλοις ὡς μὴ μόνων