Ancient Greek
Page 282
Joannes Philoponus Phil., De aeternitate mundi 282
Not analysed yet
τῶν σωμάτων χωρεῖν δι' ἀλλήλων ἀδυνατούντων ἀλλὰ μηδὲ τοῦ φωτὸς τῶν ἀνωτέρων διὰ τῶν ὑποκειμένων ἄστρων χωρῆσαι δυναμένου διὰ τὸ μὴ εἶναι διαφανῆ τῶν ἄστρων τὰ σώματα· εἰ γὰρ χωρεῖν αὐτῶν δι' ἀλλήλων ἐπεφύκει τὰ σώματα, οὐκ ἂν ἐπεπρόσθει ἀλλήλοις ἅμα τοῖς σώμασιν καὶ τοῦ φωτὸς τοῦ ἐν αὐτοῖς τὸ βάθος ὅλον καταλάμποντος· εἰ οὖν τὸ φῶς χωρεῖν δι' αὐτῶν ἀδύνατον, καὶ τὰ σώματα ἄρα αὐτῶν χωρεῖν δι' ἀλλήλων ἀδυνατώτερον· ἐπεὶ καὶ τὸ τῆς σελήνης ἡμισφαίριον ἀεὶ ἐκ τῶν τοῦ ἡλίου αὐγῶν φωτίζεσθαι ἀποδεδειγμένου τὸ ἐν τῷ ἡμισφαιρίῳ αὐτῆς γινόμενον φῶς οὐκ ἐξισχύει διὰ τοῦ βάθους αὐτῆς χωρῆσαν καὶ τὸ λοιπὸν αὐτῆς ἡμισφαίριον καταλάμψαι· πεμπταία γοῦν φέρε ἢ ἑβδομαία οὖσα καὶ μέρους αὐτῆς τοῦ πρὸς τὸν ἥλιον νενευκότος πεφωτισμένου, οὗτινος θιγεῖν αἱ ἀκτῖνες αἱ ἡλιακαὶ δύνανται, καὶ τοῦ φωτισθέντος αὐτῆς μέρους πᾶν τὸ ἐπιβάλλον διαφανὲς καταλάμποντος τὸ λοιπὸν αὐτῆς σῶμα φωτίσαι ἀδυνατεῖ ὡς μηδὲ τοῦ ἐπὶ μέρους αὐτῆς φωτὸς διὰ τοῦ βάθους αὐτῆς χωρῆσαι δυναμένου. εἰ οὖν μηδὲ τὸ ὀξύτατόν τε καὶ διιτικὸν φῶς διὰ τῶν σωμάτων τῶν ἄστρων χωρεῖν δύναται, ἐκ πολλοῦ γε τοῦ περιόντος ἀποδέδεικται, ὡς οὐδὲ τὰ σώματα αὐτῶν χωρεῖν δι' ἀλλήλων δυνήσεται· εἰ γὰρ χωρεῖν δι' ἀλλήλων ἐπεφύκει τὰ σώματα αὐτῶν, καὶ τὸ ἐν αὐτοῖς φῶς χωρεῖν διὰ τῶν σωμάτων αὐτῶν ἠδύνατο ἄν, εἴ γε ἐν ὑποκειμένοις αὐτοῖς τὸ φῶς ὑφέστηκεν καί, οὗ ἂν ᾖ τὸ ὑποκείμενον, κἀκεῖνο εἶναι