Ancient Greek · ~5 min
Page 283
Joannes Philoponus Phil., De aeternitate mundi 283
Not analysed yet
ἀνάγκη. εἰ δὲ τὸ φῶς ἀδύνατον δι' αὐτῶν χωρῆσαι, πολλῷ μᾶλλον τὰ σώματα· ὁ γὰρ προειρημένος ἐπὶ πάντων ἁρμόσει λόγος. ἐνδέχεται γὰρ ἐν τῷ σμικροτάτῳ καὶ ὅ φασιν ἐν κέγχρου ὄγκῳ τὸ τοῦ οὐρανίου συσταλῆναι μέγεθος. ὥστε, εἰ μὴ ἐνδέχεται τὸν τοῦ οὐρανοῦ ὄγκον ἐν ἐλάττονι γενέσθαι, οἷον ἐν τῷ τοῦ ἡλίου ὄγκῳ, οὐδὲ τὰ οὐράνια ἄρα σώματα χωρεῖν δι' ἀλλήλων ἐνδέχεται. ἥκιστά γε οὖν μάλιστα διά τινος τῶν ὑπὸ σελήνην σωμάτων χωρήσειεν ἂν τὰ οὐράνια, ἐπεὶ μηδὲν τῶν ὑπὸ σελήνην χωρητικόν ἐστιν ἑτέρου σώματος, ὅσῳ καὶ παχύτερά εἰσιν καὶ γεωδέστερα. ὥστε οὐδὲ τὸ ἀγένητον ἐκεῖνο σῶμα χωρεῖν ὅλον δι' ὅλου τοῦ φθαρτοῦ δυνήσεται σώματος. κατακερματίζεσθαι οὖν ἄμφω ἀνάγκη καὶ τέμνειν ἄλληλα ἐν ἀλλήλοις γινόμενα, ὥσπερ τὰ μιγνύμενα τῶν ὑγρῶν. οὐδέτερον ἄρα συνεχὲς ἔσται οὔτε τὸ ἀίδιον αὐτὸ ἑαυτῷ οὔτε τὸ φθαρτόν. εἰ οὖν τοῦτο ψεῦδός τε καὶ ἄτοπον καὶ συνεχές ἐστιν αὐτὸ ἑαυτῷ ὅλον τὸ φθαρτὸν σῶμα, εἴπερ καθ' Ἱπποκράτην ‘σύμπνοια μία, σύρροια μία, πάντα συμπαθέα’, οὐκ ἄρα οὕτως εἶναι ἐνδέχεται ἐν ὅλῳ τῷ φθαρτῷ τὸ ἄφθαρτον σῶμα, ὡς κατακερματίζεσθαι ἄμφω ὑπ' ἀλλήλων, ὥσπερ τὰ μιγνύμενα τῶν ὑγρῶν σωμάτων. ἔστω δ', εἰ βούληταί τις καὶ δυνατὸν εἶναι, ὅλον δι' ὅλου χωρεῖν τὸ ἀίδιον διὰ τοῦ φθαρτοῦ σώματος, ὅπερ ἀδύνατον δέδεικται. ἀνάγκη δὴ οὖν καὶ συσχηματίζεσθαι