Ancient Greek
Page 284
Joannes Philoponus Phil., De aeternitate mundi 284
Not analysed yet
τῷ φθαρτῷ τὸ ἀίδιον, ὥσπερ τὰ ἐν ἀγγείῳ γινόμενα ὑγρὰ τοῖς δεξαμένοις αὐτὰ συσχηματίζεται. ὥστε τὴν αὐτὴν διοργάνωσιν τῷ φθαρτῷ τὸ ἀίδιον ἕξει. εἰς τί οὖν ἐν ἑτέροις τοῖς τε παιδουργοῖς μορίοις καὶ τοῖς λοιποῖς χρήσεται τὸ ἀίδιον; καὶ τοῦ οἰκείου οὖν καὶ κατὰ φύσιν ἐκπεσεῖται σχήματος. ἀλλ' οἶμαι πάντα λῆρον ὑπερεκπίπτειν τὴν τοιαύτην ὑπόθεσιν· τὸ γὰρ ἀγένητόν τε καὶ ἄφθαρτον ἀνεπίδεκτον εἶναι τῆς ἐπὶ τὸ παρὰ φύσιν τροπῆς ἀνάγκη· πῶς οὖν ἀίδιον εἶναι δύναιτ' ἂν τοῦτο τὸ τοῦ κατὰ φύσιν ἐξιστάμενον σχήματος, ἐπὶ τὸ παρὰ φύσιν δὲ μεθιστάμενον; ὥστε καὶ εἰ τῶν ἐνδεχομένων ἦν <σῶμα διὰ> σώματος χωρεῖν, ἀδύνατον δέδεικται τὸ ἐν τῇ ὑποθέσει ἀίδιον σῶμα ὅλον δι' ὅλου χωρεῖν τοῦ φθαρτοῦ. εἰ δὲ μὴ ὅλον δι' ὅλου τὸ ἀίδιον τοῦ φθαρτοῦ κεχώρηκεν ἀλλ' ἔν τινι αὐτοῦ μορίῳ ἵδρυται, πρῶτον μὲν λεγέτωσαν, ἐν τίνι τούτῳ· οὐδὲ γὰρ πλάσαι τις τοῦτο ῥᾳδίως δυνήσεται. ἔστω δ' εἰ βούλει ἐν μορίῳ τινὶ φέρε εἰπεῖν τῷ ἐγκεφάλῳ ἱδρῦσθαι τὸ ἀίδιον σῶμα. πῶς οὖν καὶ ἐν τούτῳ ἐστίν; πότερον ἅπτεται αὐτοῦ παρακείμενον ἢ δι' ὅλου κεχώρηκεν; τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ μέρους ἁρμόσει ἀπορεῖν, ἅπερ καὶ περὶ τοῦ παντὸς ἠπορήσαμεν. πῶς δὲ καὶ τῶν ἄλλων μερῶν αὐτῶν καθ' αὑτὸ ποιεῖται τὴν κίνησιν; κινεῖ γὰρ καὶ τοῦ ὅλου ἠρεμοῦντος τὰ μέρη, ὡς εἴρηται. πῶς οὖν ἐν τῷ ἐγκεφάλῳ ὂν κινεῖ τὸν τοῦ ποδὸς δάκτυλον; ἢ γὰρ τὸ ὅλον τῇ τοῦ μέρους ὤσει κινήσει διὰ τὴν συνέχειαν καὶ οὐκ ἔσται τοῦ μέρους ἰδία κίνησις, ἢ ἐκεῖνο