Ancient Greek · ~6 min
Page 285
Joannes Philoponus Phil., De aeternitate mundi 285
Not analysed yet
μόνον τὸ μέρος κινήσει, οὗ καὶ ἅπτεται, καὶ εἰ τὸ ὅλον οὐ κινηθήσεται οὐδὲ τῶν λοιπῶν μορίων οὐδέν. ηιʹ. Πρὸς δὲ τούτοις ἀνάγκη που πᾶσα ἢ τῆς τῶν εὐθυφορουμένων σωμάτων οὐσίας εἶναι ἐκεῖνο τὸ σῶμα ἢ τῆς τῶν κυκλοφορουμένων ἢ ἑτέρας τινὸς παρὰ ταύτας. εἰ μὲν οὖν ἑτέρας εἴη, ἀναπέφηνεν ἡμῖν μετὰ τὴν πέμπτην καὶ ἑτέρα τις ἕκτη σώματος φύσις. καὶ εἰ μὲν ὁμοούσιά εἰσιν ἀλλήλοις ἅπαντα τὰ τῶν λογικῶν ψυχῶν ἀιδίως ἐξηρτημένα σώματα, δεικνύτωσαν, τίς ἡ τούτων ὁλότης· ἕκαστον γὰρ τῶν μερικῶν καὶ ἁπλῶν σωμάτων ἀπό τινός ἐστιν ἀπεσπασμένον ὁλότητος, οἷον ἥδε ἡ βῶλος ἀπὸ τῆς γῆς καὶ τόδε τὸ ὕδωρ ἀπὸ τῆς τοῦ ὕδατος ὁλότητος· ἀλλ' οὐχ ἕξουσιν δεικνύειν ἑτέραν τινὰ σώματος ὁλότητα παρὰ τὰ συνεγνωσμένα ἡμῖν τέσσαρα στοιχεῖα καὶ τὸ οὐράνιον. εἰ δὲ μή εἰσιν ἀλλήλοις ὁμοούσια, πολλὰς σωμάτων φύσεις τῷ παντὶ μυθωδέστερον ἐπεισάξουσιν· τίνες οὖν αἱ τούτων διαφοραί; καίτοι εἰ πᾶν σῶμα φυσικὸν αἰσθήσει κρίνεται, ἢ πάσαις ἢ τισὶ ἢ πάντως γοῦν μιᾷ τῇ ἁφῇ—καὶ ὁ οὐρανὸς γοῦν, ὃν ἀγένητον εἶναί φασιν καὶ ἄφθαρτον, ὁρατός τέ ἐστιν, ὥς φησιν ὁ Πλάτων, ἁπτός τε—, εἰ οὖν πᾶν σῶμα αἰσθήσει κρίνεται, οὐδεμίαν δὲ τῶν σωμάτων ἐκείνων δι' αἰσθήσεως ἀντίληψιν ἔχομεν, τίνι κρίνειν ἔχουσιν τῆς φύσεως αὐτῶν τὴν ἰδιότητα ἢ τὴν πρὸς τὰ λοιπὰ διαφοράν; εἰ γὰρ καὶ ὁ νοῦς ἐστιν τῆς οὐσίας τῶν σωμάτων κριτικός, ἀλλ' οὐ χωρὶς αἰσθήσεως. ὅθεν ἐν τοῖς περὶ ἀποδείξεως Ἀριστοτέ-