Ancient Greek · ~5 min
Page 30
Joannes Philoponus Phil., De aeternitate mundi 30
Not analysed yet
εἶναι ἀληθεῖς ὑποτίθεται. ἔδει οὖν καὶ ἐν τῷ περὶ τῶν ἰδεῶν λόγῳ, εἴπερ εἶναι αὐτὰς ὑπελάμβανεν, ὡς Πλάτωνι δοκεῖ, μὴ καθόλου τὴν περὶ αὐτῶν ἀνασκευάζειν ὑπόθεσιν ἀλλὰ διδάξαι, πῶς μέν τινες ψευδῶς τῆς Πλάτωνος διδασκαλίας ἐπήκουσαν, πῶς δὲ ἡ περὶ αὐτῶν ἀληθὴς ἔχει ὑπόληψις· ὅπερ οὐδαμοῦ ποιήσας φαίνεται, τοὐναντίον δὲ πρὸς τοῖς ἐλέγχοις καὶ ἐπισκώπτει πολλαχοῦ τὴν περὶ αὐτῶν ὑπόνοιαν· ‘τὰ γὰρ εἴδη’, φησίν, ‘χαιρέτω· τερετίσματα γάρ ἐστιν’ ἐν τῷ δευτέρῳ λέγει τῶν περὶ ἀποδείξεως, τουτέστιν φωναὶ μόναι καὶ ῥημάτων ψόφοι σημασίας πραγμάτων ἐστερημένοι. καὶ ἐν τῷ μείζονι δὲ πάλιν ἄλφα τῆς μετὰ τὰ φυσικὰ πραγματείας κενολογίας εἶναι καὶ ποιητικὰς μεταφορὰς τοὺς περὶ αὐτῶν λόγους ἀπεφήνατο. ἀλλὰ δὴ καὶ ἐν τοῖς πρὸ τῶν ἠθικῶν μέλλων πάλιν εἰς τὸν περὶ αὐτῶν εἰσβάλλειν ἔλεγχον πρότερον διὰ τὴν αἰδῶ τὴν πρὸς τὸν διδάσκαλον ἀπελογήσατο προσάντη λέγων εἶναι τὴν περὶ τούτων ζήτησιν διὰ τὸ πρὸς ἄνδρα φίλον—φησὶν τὸν Πλάτωνα—τὴν ἀντιλογίαν ποιεῖν ἀναγκάζεσθαι· ἀλλ' εἰ καὶ φίλος, φησίν, Πλάτων, ἀλλ' ὅσιον προτιμᾶν τὴν ἀλήθειαν καὶ δίκαιόν γε, φησίν, φιλοσόφους ὄντας μὴ μόνον τὰς ἄλλων ὑποθέσεις ἐπὶ σωτηρίᾳ τῆς ἀληθείας ἐλέγχειν ἀλλὰ καὶ τὰς οἰκείας ἕκαστον, εἰ μὴ τῇ ἀληθείᾳ σύμφωνοι εὑρεθεῖεν. ἔχει δὲ ἡ λέξις οὕτως ‘τὸ δὲ καθ-