Ancient Greek · ~4 min
Page 31
Joannes Philoponus Phil., De aeternitate mundi 31
Not analysed yet
όλου βέλτιον ἴσως ἐπισκέψασθαι καὶ ἀπορῆσαι πῶς λέγεται, καίτοι προσάντους τῆς ζητήσεως γινομένης διὰ τὸ φίλους ἄνδρας εἰσάγειν τὰ εἴδη. δόξειε δ' ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν ἐπὶ σωτηρίᾳ γε τῆς ἀληθείας καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἄλλως τε καὶ φιλοσόφους ὄντας· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν ὅσιον προτιμᾶν τὴν ἀλήθειαν’. καὶ αὐτὸς δὲ ὁ Πρόκλος ἐν πολλοῖς τε ἄλλοις τὴν τῶν φιλοσόφων διαφωνίαν διαφερόντως τῇ περὶ τῶν ἰδεῶν ὑποθέσει φιλαλήθως ὡμολόγηκεν· ἐν γοῦν τῷ λόγῳ, ὃν ἐπέγραψεν ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπ' Ἀριστοτέλους ἀντειρημένων’, ἐν τῷ πρώτῳ κεφαλαίῳ ταῦτά φησιν ἐπὶ λέξεως ‘ὁ δὲ Ἀριστοτέλης καὶ πρὸς αὐτὸ τὸ ὄνομα δυσχεραίνει τοῦ παραδείγματος μεταφορικὸν αὐτὸ λέγων καὶ πολλῷ μᾶλλον πρὸς τὸ δόγμα μάχεται καὶ ἁπλῶς τὸ τὰς ἰδέας εἰσάγον καὶ διαφερόντως πρὸς τὸ αὐτοζῷον, ὡς ἐν τῇ μετὰ τὰ φυσικὰ γέγραφεν· καὶ κινδυνεύει μηδὲν οὕτως ὁ ἀνὴρ ἐκεῖνος ἀποποιήσασθαι τῶν Πλάτωνος ὡς τὴν τῶν ἰδεῶν ὑπόθεσιν, οὐ μόνον ἐν λογικοῖς τερετίσματα τὰ εἴδη καλῶν ἀλλὰ καὶ ἐν ἠθικοῖς πρὸς τὸ αὐτοαγαθὸν διαμαχόμενος καὶ ἐν φυσικοῖς οὐκ ἀξιῶν τὰς γενέσεις εἰς τὰς ἰδέας ἀναφέρειν, ὡς ἐν τῷ