Ancient Greek · ~6 min
Page 306
Joannes Philoponus Phil., De aeternitate mundi 306
Not analysed yet
γένοιτο ὁ κόσμος, ἔσται τι ἔξω τοῦ παντὸς πρὶν γενέσθαι τὸ πᾶν ἀλλότριον τοῦ παντός; τοῦ γὰρ μήπω ὄντος κόσμου πῶς ἂν ἔξω τι λέγοιτο εἶναι ἢ καὶ ἀλλότριον; ὥστε οὔτε πρὶν γενέσθαι τὸν κόσμον ἢ ἔξω τι αὐτοῦ εἶναι λέγειν δυνατὸν ἢ ἀλλότριον (τὸ γὰρ ἀλλότριόν τινος ὄντος ἐστὶν ἀλλότριον) οὔτε πάλιν γενομένου τοῦ κόσμου τὸ ἤδη φθαρὲν εἶδος τοῦ νῦν ὄντος κόσμου λέγειν ἀλλότριον εὔλογον, εἰ μή τις ἀλλότριον τοῦ ὄντος τὸ μὴ ὂν εἶναι φήσειεν ὡς ἀντικείμενον καὶ στέρησιν τοῦ ὄντος· ἀλλοτρία γὰρ τοῦ εἴδους ἡ στέρησις καὶ ταύτῃ ἔξω. ἀλλ' οὐχ οὕτως ὁ Πλάτων τὸ μηδὲν εἶναι ἔξω τοῦ παντός φησιν, ἀλλ' ὡς μηδεμιᾶς οὔσης σωμάτων φύσεως ἔξω τῆς κυρτῆς τοῦ οὐρανοῦ περιφερείας· ἄκουε γοῦν αὐτοῦ Πλάτωνος ἐν Τιμαίῳ οἷα περὶ τούτου φησίν· ἔχει δὲ ἡ λέξις ὧδε ‘ἔκ τε δὴ τούτων καὶ τῶν τοιούτων καὶ τῶν ἀριθμῷ τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι' ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων ὥστε εἰς ταὐτὸ αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών’. ὥστε σαφῶς τὸ μὴ εἶναί τι τοῦ παντὸς ἔξωθεν τὸ μηδὲν εἶναι σῶμα ἢ σώματος δύναμιν ἔξω τοῦ οὐρανοῦ λέγει. τὸ δὲ τὸ μὴ ὂν ἔξω τε εἶναι λέγειν τοῦ παντὸς καὶ ἀλλότριον τοῦ ὄντος ἀληθές τέ ἐστιν καὶ