Ancient Greek · ~6 min
Page 307
Joannes Philoponus Phil., De aeternitate mundi 307
Not analysed yet
ἀναγκαῖον καὶ ταῖς Πλάτωνος ὑποθέσεσιν οὐ μαχόμενον· ὁ γὰρ λέγων μηδὲν εἶναι τοῦ παντὸς ἔξω μήτε μέρος στοιχείου μήτε δύναμιν οὗτος οὐκ ἀναιρεῖ τὸ μὴ εἶναι τοῦ εἴδους ἀλλοτρίαν τὴν στέρησιν καὶ ἔξω τοῦ εἰδοπεποιημένου κατὰ φύσιν οὐ τοπικῶς· τοπικῶς δὲ εἶπον, διότι τὸ μὴ ὂν οὔτε ἐντός ἐστιν τοπικῶς τοῦ ὄντος οὔτε ἐκτός· ἡ δὲ στέρησις τὸ μὴ ὄν· ἀλλ' οὐδὲ στέρησίς ἐστιν τοῦ κόσμου τὰ τῶν στοιχείων μέρη ἢ αἱ δυνάμεις· οὐδενὸς γὰρ τὸ μέρος ἢ ἡ φυσικὴ δύναμις στέρησις αὐτοῦ ἐστιν. γʹ. Ἀλλὰ μὴν οὐδ', εἰ, καθάπερ συγκεχωρήκαμεν, ἦν τι πρὸ τῆς τοῦ κόσμου γενέσεως, ἐξ οὗ ὁ κόσμος γέγονεν, ἀνάγκη ἦν τοῦτο ἐναντίον εἶναι τῷ κόσμῳ· οὐ γὰρ ἀληθὲς τὸ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου πάντως γίνεσθαι. εἰ γὰρ μὴ μόνον συμβεβηκότων ἀλλὰ καὶ οὐσιῶν ἐστιν γένεσις, πᾶν δὲ τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, πάσῃ ἄρα γενητῇ οὐσίᾳ ἔσται τι ἐναντίον. ἀλλ' οὐδέν ἐστιν τῇ οὐσίᾳ ἐναντίον, ὡς ἐν κατηγορίαις Ἀριστοτέλης ἀπέδειξεν· οὐσία μὲν γάρ ἐστιν τὸ αὐθυπόστατον, τῷ δὲ αὐθυποστάτῳ οὐδέν ἐστιν ἐναντίον, ᾗ τοιοῦτόν ἐστιν· τί γάρ ἐστιν ἀνθρώπῳ, ᾗ ἄνθρωπός ἐστιν, ἐναντίον; τί δὲ κυνὶ ἢ ἵππῳ; τί δὲ συκῇ ἢ ἀμπέλῳ καὶ τοῖς παραπλησίοις; τὰ μὲν γὰρ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ παρὰ μέρος πέφυκεν γίνεσθαι, οἷον ἐν τῷ σώματι τὸ λευκὸν καὶ τὸ μέλαν ἢ τὸ θερμὸν καὶ ψυχρόν· οὐδεμία οὐσία ἐν ὑποκειμένῳ ἐστίν· ὥστε οὐδεμιᾷ οὐσίᾳ ἐστὶν