Ancient Greek · ~6 min
Page 308
Joannes Philoponus Phil., De aeternitate mundi 308
Not analysed yet
ἐναντίον τι. οὐκ ἄρα, εἰ γίνοιτό τις οὐσία, ἐξ ἐναντίου γενήσεται. τὸ δὲ ‘ᾗ τοιοῦτόν ἐστιν’ προσέθηκα, ἐπειδὴ ἐνδέχεται ἐν οὐσίαις τὰ ἐναντία ὑπάρχειν, οἷον ἐν αἵματι μὲν τὸ θερμὸν καὶ ὑγρόν, ἐν ὀστέῳ δὲ τυχὸν τὸ ψυχρὸν καὶ ξηρόν, καὶ τὸ μὲν θερμὸν τῷ ψυχρῷ ἐναντίον καὶ τὸ ὑγρὸν τῷ ξηρῷ, τῷ δὲ αἵματι τὸ ὀστοῦν οὐκ ἔστιν ἐναντίον· οὐσία γὰρ ἑκάτερον καὶ κοινὴ ἀμφοῖν ἡ ὕλη, γίνεται δὲ τούτων ἕκαστον οὐχ ᾗ ξηρόν ἐστιν ἁπλῶς οὐδ' ᾗ ὑγρόν, ἀλλ' ᾗ ὀστοῦν ἐστιν καὶ ᾗ αἷμα. εἰ οὖν γίνεται μὲν τῶν οὐσιῶν ἑκάστη ᾗ οὐσία ἐστὶν τοιάδε καὶ οὐ κατὰ συμβεβηκός (γίνεται γὰρ ὁ ἄνθρωπος καὶ ᾗ ἄνθρωπός ἐστιν καὶ ἡ σὰρξ ᾗ σάρξ ἐστιν), τούτοις δὲ καὶ τοῖς τοιούτοις οὐδέν ἐστιν καθ' αὑτὸ ἐναντίον, οὐκ ἄρα ἡ γενητὴ οὐσία καθὸ γίνεται ἐξ ἐναντίου ἔχει τὴν γένεσιν ἀλλ', εἴπερ ἄρα, ἐν τοῖς συμβεβηκόσιν τοῦτο ὁρᾶται· τὸ γὰρ γινόμενον θερμὸν μὴ κατ' ἄλλο τι ἀλλ' ἁπλῶς ὡς θερμὸν ψυχρῷ διήνεγκε πάντως, καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸς λόγος. ἀλλ' οὐδὲ πάντων τῶν συμβεβηκότων ἡ γένεσις πάντως ἐξ ἐναντίων ὑφίσταται· οὐδὲ γὰρ ἐν πᾶσι τοῖς συμβεβηκόσιν ἡ ἐναντιότης θεωρεῖται· γίνεται γὰρ τρίγωνον ἢ κύκλος καὶ τὰ λοιπὰ τῶν σχημάτων, ἀλλ' οὐδὲν τούτων ἐξ ἐναντίου τὴν γένεσιν ἔχει· οὔτε γὰρ ἀσχημάτιστον ἐναντίον ἐστὶν τῷ σχήματι, ἀλλὰ στέρησις τοῦ σχήματος, ὡς καὶ τοῦ τεταγμένου τὸ ἄτακτον στέρησις· πάλιν γίνεταί τι δεξιὸν οὐκ ἐξ ἐναντίου (ἀντιδιῄρηται γὰρ τοῖς ἐναντίοις τὰ πρός τι)