Ancient Greek · ~6 min
Page 309
Joannes Philoponus Phil., De aeternitate mundi 309
Not analysed yet
ἀλλ' ἁπλῶς ἐκ στερήσεως, τουτέστιν ἐκ τοῦ μὴ δεξιοῦ. ἀλλὰ δὴ καὶ ἐξ ἀνεπιστήμονος ἐπιστήμων τις γίνεται· ἀλλ' εἰ μὲν ἐκ τῆς ἐναντίας ἕξεως μεταβάλλοι, ἐξ ἐναντίου ἡ τοῦ ἐπιστήμονος γένεσις, εἰ δὲ ἐξ ἁπλῆς ἀγνοίας, ἐκ στερήσεως· οἷον εἰ νομίζων τις πρότερον βαρὺν εἶναι τὸν ἀέρα μεταμάθοι καὶ κοῦφον νομίσειεν, ἐξ ἐναντίου ἡ τῆς ἐπιστήμης γένεσις, εἰ δὲ μὴ γινώσκων, μήτε εἰ βαρὺς μήτε εἰ κοῦφος, μάθοι, ὅτι κοῦφος, ἐκ στερήσεως εἰς εἶδος ἡ γένεσις. ὥστε οὐδὲ ἡ τῶν συμβεβηκότων γένεσις πάντως ἐξ ἐναντίου. οὐκ ἄρα πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται. εἰ δὲ μὴ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, γέγονεν δὲ κατὰ Πλάτωνα ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον, τὸ δὲ ἄτακτον στέρησις καὶ οὐκ ἐναντίον τῷ τεταγμένῳ, οὐδεμία ἔσται ἀνάγκη κατὰ τὸν τοῦ Πρόκλου λόγον καὶ τὸ τεταγμένον αὖθις ἀνακάμπτειν ἐπὶ τὸ ἄτακτον, ὅπερ οὐδὲ τῷ Πλάτωνι δοκεῖ τὸν κόσμον ἄφθαρτον εἶναι ὑπολαμβάνοντι· τὰ μὲν γὰρ ἐναντία ἐξ ἀλλήλων γίνεσθαί φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι καὶ ἀνακάμπτειν εἰς ἄλληλα (ὥσπερ γὰρ τὸ θερμὸν ἐκ τοῦ ψυχροῦ γίνεται, οὕτως αὖθις καὶ ἐκ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἐπὶ πάντων ἐναντίων ὡσαύτως, ἵνα μὴ χωλεύῃ ἡ φύσις τὰ ἕτερα μόνα τῶν ἐναντίων φθείρουσα), οὐκέτι δέ, καθάπερ ἐκ τῆς στερήσεως τὸ εἶδος γίνεται, οὕτω καὶ τὸ εἶδος αὖθις ἀνακάμπτειν φησὶν πάντως ἐπὶ τὴν στέρησιν· τοῦτο γὰρ οὐδαμοῦ λέγων ὁ Πλάτων φαίνεται, τοὐναντίον