Ancient Greek · ~5 min
Page 310
Joannes Philoponus Phil., De aeternitate mundi 310
Not analysed yet
δὲ ἅπαν τὸ τεταγμένον ἐκ τοῦ ἀτάκτου λέγων γεγενῆσθαι, στέρησιν δὲ τοῦ τεταγμένου τὸ ἄτακτον ἄφθαρτον εἶναί φησιν τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, οὐκ ἄρα τὸ εἶδός φησι πάντως ἀνακάμπτειν ἐπὶ τὴν στέρησιν. δοκοῦν ἄρα ἐστὶν Πλάτωνι γεγονέναι μὲν τὸν κόσμον, μὴ φθείρεσθαι δέ. δʹ. ‘Ἀλλ' εἰ καὶ στέρησίς ἐστιν’, φησὶν ὁ Πρόκλος, ‘τοῦ τεταγμένου τὸ ἄτακτον, μετέβαλεν δὲ ἀπὸ στερήσεως εἰς τὴν ἕξιν, πολλῷ μᾶλλον μεταβαλεῖ καὶ ἀπὸ τῆς ἕξεως εἰς τὴν στέρησιν· ἀδυνατώτερον γὰρ ἐκεῖνο, διότι στερήσεις εἰσίν τινες εἰς ἕξεις ἀμετάβλητοι. εἰ οὖν ἐκεῖνο ἀδυνατώτερον γενέσθαι γέγονεν, πολλῷ μᾶλλον τὸ δυνατώτερον ἔσται καὶ μεταβαλεῖ τὸ τεταγμένον εἰς τὸ ἄτακτον καὶ ἔσται καὶ κατὰ τὴν φύσιν τοῦτο καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν· ὁ γὰρ τὸ ἀδυνατώτερον ποιήσας μᾶλλον ποιήσει τὸ δυνατώτερον’. ὅτι μὲν οὖν καὶ Πλάτωνι δοκεῖ ὅσον ἐπὶ τῇ τῶν πραγμάτων φύσει δύνασθαι τὸ τεταγμένον μεταβάλλειν εἰς τὸ ἄτακτον, ἐκ τῶν αὐτοῦ Πλάτωνος δῆλον καθέστηκεν· τὸ γὰρ δεθὲν ἅπαν λυτὸν εἶναι βούλεται καὶ ‘ἐπείπερ ἐγένεσθε’, φησίν, ‘ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδ' ἀθάνατοι τὸ πάμπαν’. τὸ δὲ καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν εἶναι τὸ γενόμενον πάντως καὶ φθείρεσθαι οὐκέτι δοκούντως ὁ Πρόκλος λέγει τῷ Πλάτωνι· τοὐναντίον γὰρ ὁ παρὰ Πλάτωνι δημιουργὸς πρὸς τὰ οὐράνια ἀπεφήνατο· εἰπὼν γὰρ τὰ ἀπὸ