Ancient Greek · ~5 min
Page 32
Joannes Philoponus Phil., De aeternitate mundi 32
Not analysed yet
περὶ γενέσεως λέγει καὶ φθορᾶς, καὶ ἐν τῇ μετὰ τὰ φυσικὰ πολλῷ πλέον ἅτε περὶ τῶν ἀρχῶν πραγματευόμενος καὶ κατατείνων μακρὰς κατηγορίας τῶν ἰδεῶν ἐν τοῖς πρώτοις, ἐν τοῖς μέσοις, ἐν τοῖς τελευταίοις τῆς πραγματείας ἐκείνης καὶ ἐν τοῖς διαλόγοις σαφέστατα κεκραγὼς μὴ δύνασθαι τῷ δόγματι τούτῳ συμπαθεῖν, κἄν τις αὐτὸν οἴηται διὰ φιλονεικίαν ἀντιλέγειν’. οὕτω καὶ ὁ Πρόκλος λαμπρᾷ τῇ φωνῇ τὴν διαφωνίαν τῶν φιλοσόφων ὡμολόγηκεν, μᾶλλον δὲ ἐξ αὐτῶν τῶν Ἀριστοτέλους ἀποδέδειχεν· ἐξ ὧν θαυμάσειέ τις τὴν ὑπερβολὴν τῆς ἀναιδείας τῶν συμφώνους κἀν τούτῳ δεικνύναι πειραθέντων Ἀριστοτέλη καὶ Πλάτωνα. πῶς οὖν οὐκ ἂν εἴη περιττὸν ἀντιλέγειν ἡμᾶς ἐπιχειρήματι ἐξ ὑποθέσεως εἰλημμένῳ τοσαύτην καὶ παρ' αὐτοῖς τοῖς κορυφαίοις τῶν φιλοσόφων ἐχούσης τὴν ἀμφισβήτησιν; ἀκολούθως γὰρ καὶ οἱ μετ' ἐκείνους γενόμενοι τοῖς ἐξάρχοις τῆς οἰκείας αἱρέσεως ἠκολούθησαν. πλὴν ἵνα μὴ φεύγειν τοὺς ἐλέγχους δόξωμεν, ἄλλως τε καὶ Πλάτωνι συναίρειν περὶ τῆς τοῦ κόσμου γενέσεως ἐπαγγειλάμενοι, τῇ περὶ τῶν ἰδεῶν αὐτοῦ συγχωρήσαντες δόξῃ ἴδωμεν τὸ λοιπὸν εἰ καλῶς ὁ Πρόκλος εἴληφεν, ὡς τοῦτό ἐστιν τὸ τί ἦν εἶναι ταῖς ἰδέαις τὸ παραδείγμασιν εἶναι· εἰ γὰρ τοῦτο ψευδῶς εἰλημμένον ἐλεγχθείη, οὐκέτι συνάγειν ἐκ