Ancient Greek
Page 311
Joannes Philoponus Phil., De aeternitate mundi 311
Not analysed yet
τῆς φύσεως τῷ κόσμῳ συμβαίνοντα (‘ἐπείπερ γὰρ ἐγένεσθε’, φησίν, ‘ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν’) προστίθησι λοιπὸν ὁ δημιουργὸς καὶ τὰ ἀπὸ τῆς αὑτοῦ βουλήσεως αὐτῷ προσγινόμενα· ‘οὐ γὰρ λυθήσεσθε’, φησίν, ‘οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγένεσθε ξυνεδεῖσθε’. ὥστε καὶ ὁ Πλάτων τῇ μὲν γενέσει τὴν λύσιν αὐτῶν κατὰ τὸ τῆς φύσεως ἀκόλουθον ἕπεσθαι ὡμολόγηκεν, εἰδὼς δὲ τὴν τοῦ θεοῦ βούλησιν παντὸς φυσικοῦ δεσμοῦ ἰσχυροτέραν ὑπάρχουσαν ἐκ ταύτης τὴν τοῦ κόσμου ἀθανασίαν συνέδησεν· οὐ γὰρ διὰ τὸ μὴ δύνασθαι τὸν θεὸν διὰ τοῦτο μηδὲ λύειν τὸν κόσμον εἶπεν λυτόν γε καὶ κατὰ φύσιν ὄντα, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι· ὅθεν ἐπίκτητον αὐτοῦ τὸ εἶναι καὶ ἐπισκευαστὴν τὴν ἀθανασίαν φησίν, ὡς ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν. τί οὖν ἀντιφθέγγεται Πλάτωνι ὁ τοῦ Πλάτωνος ἐξηγητής τε καὶ διάδοχος; ὁ μὲν γὰρ Πλάτων ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον φησὶν γεγονέναι (τοῦ ἀτάκτου νῦν, ὡς εἶπον, τὴν στέρησιν τοῦ τεταγμένου σημαίνοντος, οὐ τὸ ἐναντίον) καὶ διὰ τοῦτο φύσει μὲν εἶναι λυτὸν τὸ τεταγμένον, μὴ μὴν ἔτι βούλεσθαι τὸν θεὸν ἀντιμεταβάλλειν τὸ τεταγμένον εἰς τὸ ἄτακτον, ὁ δὲ Πρόκλος φησίν, ὡς, εἴπερ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον γέγονεν, ἀκολουθήσει πάντως καὶ κατὰ φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν τὸ πάλιν τὸ τεταγμένον ἀντιμεταβάλλειν εἰς τὸ ἄτα-