Ancient Greek · ~6 min
Page 312
Joannes Philoponus Phil., De aeternitate mundi 312
Not analysed yet
κτον. διχόθεν οὖν ἀντιφθέγγεται Πλάτωνι, ὅτι τέ φησιν μὴ γεγονέναι ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον Πλάτωνος ῥητῶς τοῦτο βοῶντος καὶ ὅτι, εἴπερ γέγονεν, βουλήσεται πάλιν ὁ θεὸς τὸ τεταγμένον ἀντιμεταβάλλειν εἰς τὸ ἄτακτον, ἐκείνου πάλιν ἐπὶ λέξεως μὴ βούλεσθαι τοῦτο τὸν θεὸν λέγοντος, ὡς ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως ἀπεδείξαμεν. ὥστε ἡμεῖς καὶ γεγονέναι τὸν κόσμον καὶ πάλιν φθείρεσθαι ὁμολογοῦντες, ὅτι μὲν γέγονεν, σύμψηφον ἔχομεν μετὰ τῆς ἀληθείας καὶ Πλάτωνα, ὅτι δὲ γενόμενος πάντως φθαρήσεται καὶ οὐχ, ὡς Πλάτωνι δοκεῖ, ἄλυτος ἔσται καὶ ἀθάνατος, εἰ καὶ φύσει λυτὸς εἴη, ἐπικτήτου τῆς ἀθανασίας αὐτῷ παρὰ τῆς τοῦ θεοῦ βουλήσεως προσγενομένης, αὐτὸν ἔχομεν ἐν τούτοις τὸν Πρόκλον μάρτυρα καὶ κατὰ φύσιν εἶναι τοῦτο λέγοντα καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν. ἀλλ' οὐδὲ Πλάτων ἐν τούτοις ὀρθῆς ἐννοίας ἐκπέπτωκεν, οὐχ ὅτι ἄφθαρτον εἶναι τὸν κόσμον οἴεται, ἀλλ' ὅτι δεῖν νομίσας αὐτὸν εἶναι ἄφθαρτον οὐ τὸ ἀπειροδύναμον τῆς τοῦ κόσμου φύσεως τῆς ἀφθαρσίας αὐτῷ φησιν εἶναι αἴτιον ἀλλὰ τὴν τοῦ δημιουργοῦ βούλησιν· εἰ γὰρ ὅλως δέοι τι σῶμα ἐς ἀεὶ διαμένειν, οὐκ ἄλλως ἄφθαρτον εἶναι τοῦτο ἐνδέχεται, μὴ τῆς τοῦ δημιουργοῦ δυνάμεως τὴν ἐς ἀεὶ διαμονὴν αὐτῷ χορηγούσης, μηδενὸς σώματος ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως τὸ ἀεὶ εἶναι ἔχοντος. ὅτι δὲ οὐκ ἔστιν ἐναντίον τῷ τεταγμένῳ τὸ ἄτακτον, καὶ αὐτόθεν μὲν δῆλον· εἰ δὲ τὸ τεταγμένον οὐδὲν ἕτερον λέγει ὁ Πλάτων ἢ τὸν