Ancient Greek · ~4 min
Page 313
Joannes Philoponus Phil., De aeternitate mundi 313
Not analysed yet
κόσμον, ὁ δὲ κόσμος οὐσία, ἡ δὲ οὐσία οὐκ ἐξ ἐναντίου τὴν γένεσιν ἔχει, ὡς δέδεικται, οὐκ ἄρα ὡς τὰ ἐναντία τὸ τεταγμένον ἀντίκειται καὶ τὸ ἄτακτον ἀλλ' ὡς εἶδος καὶ στέρησις. Τέλος λύσεως τοῦ ὀγδόου λόγου. Πρόκλου διαδόχου λόγος ἔνατος. "Ἔνατος· πᾶν τὸ φθειρόμενον φθείρεται ὑπὸ τῆς ἑαυτοῦ κακίας· οὐ γὰρ δὴ ὑπό τε τοῦ οἰκείου ἀγαθοῦ ἢ οἰκείου μήτε κακοῦ μήτε ἀγαθοῦ ἀλλ' ἀδιαφόρου· πᾶν γὰρ τὸ τοιοῦτον οὔτε βλάπτειν δυνατὸν οὔτε ὠφελεῖν, ὥστε οὔτε φθείρειν οὔτε σῴζειν. εἰ οὖν φθείροιτο τὸ πᾶν, ὑπὸ τῆς ἑαυτοῦ φθαρήσεται κακίας. τὸν δὲ κόσμον εὐδαίμονα θεὸν αὐτὸς εἶναί φησιν καὶ πάντας ὡσαύτως θεοὺς καὶ διὰ τοῦτο ἅπαν τὸ θεῶν γένος ἄδεκτον ὂν κακίας ἄδεκτον εἶναι καὶ μεταβολῆς. οὐκ ἄρα φθαρήσεταί ποτε τὸ πᾶν, ᾧ μηδέν ἐστιν κακόν, διότι καὶ αὐτὸ θεός ἐστιν. εἰ δὲ ἄφθαρτον τὸ πᾶν, διότι μηδὲν ἔχῃ φθαρτικόν, οὐδὲ γενητόν ἐστιν· ἐξ οὗ γὰρ ἡ γένεσις ἑκάστῳ, τοῦτο ἑκάστου φθαρτικόν· κρατηθὲν μὲν γὰρ γενέσεως συναίτιον, κρατῆσαν δὲ φθορᾶς· ὥστ', εἰ μηδέν ἐστιν αὐτὸ φθεῖρον, οὐδὲ ἔχει, ἐξ οὗ ἂν γένοιτο. ἀλλὰ μὴν οὐδέν